Ελεγείαι Θεόγνιδος

(Ανακατεύθυνση από Ελεγείαι)
Ἐλεγεῖαι
Συγγραφέας:


ΕΛΕΓΕΙΩΝ Α

Ὦ ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο
λήσομαι ἀρχόμενος οὐδ' ἀποπαυόμενος,
ἀλλ' αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν
ἀείσω· σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.

Φοῖβε ἄναξ, ὅτε μέν σε θεὰ τέκε πότνια Λητώ    5
φοίνικος ῥαδινῇς χερσὶν ἐφαψαμένη
ἀθανάτων κάλλιστον ἐπὶ τροχοειδέι λίμνῃ,
πᾶσα μὲν ἐπλήσθη Δῆλος ἀπειρεσίη
ὀδμῆς ἀμβροσίης, ἐγέλασσε δὲ Γαῖα πελώρη,
γήθησεν δὲ βαθὺς πόντος ἁλὸς πολιῆς.    10

Ἄρτεμι θηροφόνη, θύγατερ Διός, ἣν Ἀγαμέμνων
εἵσαθ', ὅτ' ἐς Τροίην ἔπλεε νηυσὶ θοῇς,
εὐχομένῳ μοι κλῦθι, κακὰς δ' ἀπὸ κῆρας ἄλαλκε·
σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.    14

Μοῦσαι καὶ Χάριτες, κοῦραι Διός, αἵ ποτε Κάδμου   15
ἐς γάμον ἐλθοῦσαι καλὸν ἀείσατ' ἔπος,
’ὅττι καλόν, φίλον ἐστί· τὸ δ' οὐ καλὸν οὐ φίλον ἐστί,’
τοῦτ' ἔπος ἀθανάτων ἦλθε διὰ στομάτων.

Κύρνε, σοφιζομένῳ μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω
τοῖσδ' ἔπεσιν, λήσει δ' οὔποτε κλεπτόμενα,    20
οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος·
ὧδε δὲ πᾶς τις ἐρεῖ· ‘Θεύγνιδός ἐστιν ἔπη
τοῦ Μεγαρέως· πάντας δὲ κατ' ἀνθρώπους ὀνομαστός.’
ἀστοῖσιν δ' οὔπω πᾶσιν ἁδεῖν δύναμαι·
οὐδὲν θαυμαστόν, Πολυπαΐδη· οὐδὲ γὰρ ὁ Ζεύς    25
οὔθ' ὕων πάντεσσ' ἁνδάνει οὔτ' ἀνέχων.

Σοὶ δ' ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,
Κύρν', ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ' ἐὼν ἔμαθον·
πέπνυσο, μηδ' αἰσχροῖσιν ἐπ' ἔργμασι μηδ' ἀδίκοισιν
τιμὰς μηδ' ἀρετὰς ἕλκεο μηδ' ἄφενος.    30
ταῦτα μὲν οὕτως ἴσθι· κακοῖσι δὲ μὴ προσομίλει
ἀνδράσιν, ἀλλ' αἰεὶ τῶν ἀγαθῶν ἔχεο·
καὶ μετὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
ἵζε, καὶ ἅνδανε τοῖσ', ὧν μεγάλη δύναμις.
ἐσθλῶν μὲν γὰρ ἄπ' ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσιν    35
συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καί ποτε φήσεις
εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.    38

Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
εὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης.    40
ἀστοὶ μὲν γὰρ ἔθ' οἵδε σαόφρονες, ἡγεμόνες δέ
τετράφαται πολλὴν εἰς κακότητα πεσεῖν.    42

οὐδεμίαν πω, Κύρν', ἀγαθοὶ πόλιν ὤλεσαν ἄνδρες,
ἀλλ' ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδῃ
δῆμόν τε φθείρουσι δίκας τ' ἀδίκοισι διδοῦσιν    45
οἰκείων κερδέων εἵνεκα καὶ κράτεος·
ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμέ' ἧσθαι,
μηδ' εἰ νῦν κεῖται πολλῇ ἐν ἡσυχίῃ,
εὖτ' ἂν τοῖσι κακοῖσι φίλ' ἀνδράσι ταῦτα γένηται,
κέρδεα δημοσίῳ σὺν κακῷ ἐρχόμενα.    50
ἐκ τῶν γὰρ στάσιές τε καὶ ἔμφυλοι φόνοι ἀνδρῶν·
μούναρχοι δὲ πόλει μήποτε τῇδε ἅδοι.    52

Κύρνε, πόλις μὲν ἔθ' ἥδε πόλις, λαοὶ δὲ δὴ ἄλλοι,
οἳ πρόσθ' οὔτε δίκας ἤιδεσαν οὔτε νόμους,
ἀλλ' ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον,    55
ἔξω δ' ὥστ' ἔλαφοι τῆσδ' ἐνέμοντο πόλεος.
καὶ νῦν εἰσ' ἀγαθοί, Πολυπαΐδη· οἱ δὲ πρὶν ἐσθλοί
νῦν δειλοί. τίς κεν ταῦτ' ἀνέχοιτ' ἐσορῶν;
ἀλλήλους δ' ἀπατῶσιν ἐπ' ἀλλήλοισι γελῶντες,
οὔτε κακῶν γνώμας εἰδότες οὔτ' ἀγαθῶν.    60

μηδένα τῶνδε φίλον ποιεῦ, Πολυπαΐδη, ἀστῶν
ἐκ θυμοῦ χρείης οὕνεκα μηδεμιῆς·
ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,
χρῆμα δὲ συμμείξῃς μηδενὶ μηδ' ὁτιοῦν
σπουδαῖον· γνώσῃ γὰρ ὀιζυρῶν φρένας ἀνδρῶν,    65
ὥς σφιν ἐπ' ἔργοισιν πίστις ἔπ' οὐδεμία,
ἀλλὰ δόλους ἀπάτας τε πολυπλοκίας τ' ἐφίλησαν
οὕτως ὡς ἄνδρες μηκέτι σῳζόμενοι.    68

Μήποτε, Κύρνε, κακῷ πίσυνος βούλευε σὺν ἀνδρί,
εὖτ' ἂν σπουδαῖον πρῆγμ' ἐθέλῃς τελέσαι,    70
ἀλλὰ μετ' ἐσθλὸν ἰὼν βούλευ καὶ πολλὰ μογῆσαι
καὶ μακρὴν ποσσίν, Κύρν', ὁδὸν ἐκτελέσαι.    72

Πρῆξιν μηδὲ φίλοισιν ὅλως ἀνακοινέο πᾶσιν·
παῦροί τοι πολλῶν πιστὸν ἔχουσι νόον.    74

Παύροισιν πίσυνος μεγάλ' ἀνδράσιν ἔργ' ἐπιχείρει,    75
μή ποτ' ἀνήκεστον, Κύρνε, λάβῃς ἀνίην.    76

Πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι
ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.    78

Παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρους
πιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους,    80
οἵτινες ἂν τολμῷεν ὁμόφρονα θυμὸν ἔχοντες
ἶσον τῶν ἀγαθῶν τῶν τε κακῶν μετέχειν.    82

Τούτους οὔ χ' εὕροις διζήμενος οὐδ' ἐπὶ πάντας
ἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,
οἷσιν ἐπὶ γλώσσῃ τε καὶ ὀφθαλμοῖσιν ἔπεστιν
αἰδώς, οὐδ' αἰσχρὸν χρῆμ' ἔπι κέρδος ἄγει.    86

Μή μ' ἔπεσιν μὲν στέργε, νόον δ' ἔχε καὶ φρένας ἄλλῃ,
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος.
ἤ με φίλει καθαρὸν θέμενος νόον, ἤ μ' ἀποειπών
ἔχθαιρ' ἀμφαδίην νεῖκος ἀειράμενος.    90
ὃς δὲ μιῇ γλώσσῃ δίχ' ἔχει νόον, οὗτος ἑταῖρος
δεινός, Κύρν', ἐχθρὸς βέλτερος ἢ φίλος ὤν.    92

Ἄν τις ἐπαινήσῃ σε τόσον χρόνον ὅσσον ὁρώιης,
νοσφισθεὶς δ' ἄλλην γλῶσσαν ἱῇσι κακήν,
τοιοῦτός τοι ἑταῖρος ἀνὴρ φίλος οὔ τι μάλ' ἐσθλός,    95
ὅς κ' εἴπῃ γλώσσῃ λῷα, φρονῇ δ' ἕτερα.
ἀλλ' εἴη τοιοῦτος ἐμοὶ φίλος, ὃς τὸν ἑταῖρον
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτ' ἐνὶ θυμῷ
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.    100

Μηδείς σ' ἀνθρώπων πείσῃ κακὸν ἄνδρα φιλῆσαι,
Κύρνε· τί δ' ἔστ' ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;
οὔτ' ἄν σ' ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,
οὔτε κεν ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι.    104

Δειλοὺς εὖ ἕρδοντι ματαιοτάτη χάρις ἐστίν·    105
ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς.
οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήιον ἀμῷς,
οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις·
ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον· ἢν δ' ἓν ἁμάρτῃς,
τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης·    110
οἱ δ' ἀγαθοὶ τὸ μέγιστον ἐπαυρίσκουσι παθόντες,
μνῆμα δ' ἔχουσ' ἀγαθῶν καὶ χάριν ἐξοπίσω.    112

Μήποτε τὸν κακὸν ἄνδρα φίλον ποιεῖσθαι ἑταῖρον,
ἀλλ' αἰεὶ φεύγειν ὥστε κακὸν λιμένα.    114

Πολλοί τοι πόσιος καὶ βρώσιός εἰσιν ἑταῖροι,    115
ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι.    116

Κιβδήλου δ' ἀνδρὸς γνῶναι χαλεπώτερον οὐδέν,
Κύρν', οὐδ' εὐλαβίης ἐστὶ περὶ πλέονος.    118

Χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς ἄτη,
Κύρνε, καὶ ἐξευρεῖν ῥάιδιον ἀνδρὶ σοφῷ.    120
εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθῃ
ψυδρὸς ἐών, δόλιον δ' ἐν φρεσὶν ἦτορ ἔχῃ,
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,
καὶ γνῶναι πάντων τοῦτ' ἀνιηρότατον.
οὐδὲ γὰρ εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός,    125
πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου,
οὐδέ κεν εἰκάσσαις ὥσπερ ποτ' ἐς ὥριον ἐλθών·
πολλάκι γὰρ γνώμην ἐξαπατῶσ' ἰδέαι.    128

Μήτ' ἀρετὴν εὔχου, Πολυπαΐδη, ἔξοχος εἶναι
μήτ' ἄφενος· μοῦνον δ' ἀνδρὶ γένοιτο τύχη.    130

Οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς ἄμεινον
ἔπλετο, οἷσ' ὁσίη, Κύρνε, μέμηλε δίκη.    132

Οὐδείς, Κύρν', ἄτης καὶ κέρδεος αἴτιος αὐτός,
ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων·
οὐδέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδώς,    135
ἐς τέλος εἴτ' ἀγαθὸν γίνεται εἴτε κακόν.
πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκεν,
καί τε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.
οὐδέ τῳ ἀνθρώπων παραγίνεται, ὅσσα θέλῃσιν·
ἴσχει γὰρ χαλεπῆς πείρατ' ἀμηχανίης.    140
ἄνθρωποι δὲ μάταια νομίζομεν εἰδότες οὐδέν·
θεοὶ δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον.    142

Οὐδείς πω ξεῖνον, Πολυπαΐδη, ἐξαπατήσας
οὐδ' ἱκέτην θνητῶν ἀθανάτους ἔλαθεν.    144

Βούλεο δ' εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν    145
ἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος.
ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ' ἀρετή 'στι,
πᾶς δέ τ' ἀνὴρ ἀγαθός, Κύρνε, δίκαιος ἐών.    148

Χρήματα μὲν δαίμων καὶ παγκάκῳ ἀνδρὶ δίδωσιν,
Κύρν'· ἀρετῆς δ' ὀλίγοισ' ἀνδράσι μοῖρ' ἕπεται.    150

Ὕβριν, Κύρνε, θεὸς πρῶτον κακῷ ὤπασεν ἀνδρί,
οὗ μέλλει χώρην μηδεμίην θέμεναι.    152

Τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται
ἀνθρώπῳ καὶ ὅτῳ μὴ νόος ἄρτιος ᾖ.    154

Μήποτέ τοι πενίην θυμοφθόρον ἀνδρὶ χολωθείς    155
μηδ' ἀχρημοσύνην οὐλομένην πρόφερε·
Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλῳ,
ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.    158

Μήποτε, Κύρν', ἀγορᾶσθαι ἔπος μέγα· οἶδε γὰρ οὐδείς
ἀνθρώπων ὅ τι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.    160

Πολλοί τοι χρῶνται δειλαῖς φρεσί, δαίμονι δ' ἐσθλῷ,
οἷς τὸ κακὸν δοκέον γίνεται εἰς ἀγαθόν.
εἰσὶν δ' οἳ βουλῇ τ' ἀγαθῇ καὶ δαίμονι δειλῷ
μοχθίζουσι, τέλος δ' ἔργμασιν οὐχ ἕπεται.    164

Οὐδεὶς ἀνθρώπων οὔτ' ὄλβιος οὔτε πενιχρός    165
οὔτε κακὸς νόσφιν δαίμονος οὔτ' ἀγαθός.    166

Ἄλλ' ἄλλῳ κακόν ἐστι, τὸ δ' ἀτρεκὲς ὄλβιος οὐδείς
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾶι.    168

Ὃν δὲ θεοὶ τιμῶσιν, ὁ καὶ μωμεύμενος αἰνεῖ·
ἀνδρὸς δὲ σπουδὴ γίνεται οὐδεμία.    170

Θεοῖσ' εὔχου, θεοῖσ' οἷσιν ἔπι κράτος· οὔτοι ἄτερ θεῶν
γίνεται ἀνθρώποισ' οὔτ' ἀγάθ' οὔτε κακά.    172

Ἄνδρ' ἀγαθὸν πενίη πάντων δάμνησι μάλιστα,
καὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου.
ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον    175
ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ' ἠλιβάτων.
καὶ γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
οὔθ' ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.

χρὴ γὰρ ὁμῶς ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
δίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.    180

τεθνάμεναι, φίλε Κύρνε, πενιχρῷ βέλτερον ἀνδρί
ἢ ζώειν χαλεπῇ τειρόμενον πενίῃ.

Κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππους
εὐγενέας, καί τις βούλεται ἐξ ἀγαθῶν
βήσεσθαι· γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει    185
ἐσθλὸς ἀνήρ, ἤν οἱ χρήματα πολλὰ διδῷ,
οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
πλουσίου, ἀλλ' ἀφνεὸν βούλεται ἀντ' ἀγαθοῦ.
χρήματα μὲν τιμῶσι· καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημε
καὶ κακὸς ἐξ ἀγαθοῦ· πλοῦτος ἔμειξε γένος.    190
οὕτω μὴ θαύμαζε γένος, Πολυπαΐδη, ἀστῶν
μαυροῦσθαι· σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς.    192

Αὐτός τοι ταύτην εἰδὼς κακόπατριν ἐοῦσαν
εἰς οἴκους ἄγεται χρήμασι πειθόμενος
εὔδοξος κακόδοξον, ἐπεὶ κρατερή μιν ἀνάγκη    195
ἐντύνει, ἥτ' ἀνδρὸς τλήμονα θῆκε νόον.    196

Χρῆμα δ' ὃ μὲν Διόθεν καὶ σὺν δίκῃ ἀνδρὶ γένηται
καὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει.
εἰ δ' ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέι θυμῷ
κτήσεται, εἴθ' ὅρκῳ πὰρ τὸ δίκαιον ἑλών,    200
αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτήν
αὖθις ἔγεντο κακόν, θεῶν δ' ὑπερέσχε νόος.
ἀλλὰ τάδ' ἀνθρώπων ἀπατᾶι νόον· οὐ γὰρ ἔτ' αὔτως
τίνονται μάκαρες πρήγματος ἀμπλακίας·
ἀλλ' ὁ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος οὐδὲ φίλοισιν    205
ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν·
ἄλλον δ' οὐ κατέμαρψε δίκη· θάνατος γὰρ ἀναιδής
πρόσθεν ἐπὶ βλεφάροισ' ἕζετο κῆρα φέρων.    208

Οὐδείς τοι φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος·
τῆς δὲ φυγῆς ἐστιν τοῦτ' ἀνιηρότερον.    210

Οἶνόν τοι πίνειν πουλὺν κακόν· ἢν δέ τις αὐτόν
πίνῃ ἐπισταμένως, οὐ κακός, ἀλλ' ἀγαθός.    212

Θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε ποικίλον ἦθος,
ὀργὴν συμμίσγων ἥντιν' ἕκαστος ἔχει·
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ,    215
τῇ προσομιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη.
νῦν μὲν τῇδ' ἐφέπου, τοτὲ δ' ἀλλοῖος χρόα γίνου.
κρέσσων τοι σοφίη γίνεται ἀτροπίης.    218

Μηδὲν ἄγαν ἄσχαλλε ταρασσομένων πολιητέων,
Κύρνε, μέσην δ' ἔρχευ τὴν ὁδὸν ὥσπερ ἐγώ.    220

Ὅστις τοι δοκέει τὸν πλησίον ἴδμεναι οὐδέν,
ἀλλ' αὐτὸς μοῦνος ποικίλα δήνε' ἔχειν,
κεῖνός γ' ἄφρων ἐστί, νόου βεβλαμμένος ἐσθλοῦ·
ἴσως γὰρ πάντες ποικίλ' ἐπιστάμεθα·
ἀλλ' ὁ μὲν οὐκ ἐθέλει κακοκερδείῃσιν ἕπεσθαι,    225
τῷ δὲ δολοπλοκίαι μᾶλλον ἄπιστοι ἅδον.    226

’Πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν·
οἳ γὰρ νῦν ἡμῶν πλεῖστον ἔχουσι βίον,
διπλάσιον σπεύδουσι. τίς ἂν κορέσειεν ἅπαντας;
χρήματά τοι θνητοῖς γίνεται ἀφροσύνη,    230
ἄτη δ' ἐξ αὐτῆς ἀναφαίνεται, ἣν ὁπότε Ζεύς
πέμψῃ τειρομένοισ', ἄλλοτε ἄλλος ἔχει.’    232

Ἀκρόπολις καὶ πύργος ἐὼν κενεόφρονι δήμῳ,
Κύρν', ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ.    234

Οὐδὲν ἐπιπρέπει ἧμιν ἅτ' ἀνδράσι σῳζομένοισιν,    235
ἀλλ' ὡς πάγχυ πόλει, Κύρνε, ἁλωσομένῃ.    236

Σοὶ μὲν ἐγὼ πτέρ' ἔδωκα, σὺν οἷσ' ἐπ' ἀπείρονα πόντον
πωτήσῃ, κατὰ γῆν πᾶσαν ἀειρόμενος
ῥηϊδίως· θοίνῃς δὲ καὶ εἰλαπίνῃσι παρέσσῃ
ἐν πάσαις πολλῶν κείμενος ἐν στόμασιν,    240
καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες
εὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέα
ἄισονται. καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης
βῇς πολυκωκύτους εἰς Ἀίδαο δόμους,
οὐδέποτ' οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις    245
ἄφθιτον ἀνθρώποισ' αἰὲν ἔχων ὄνομα,
Κύρνε, καθ' Ἑλλάδα γῆν στρωφώμενος, ἠδ' ἀνὰ νήσους
ἰχθυόεντα περῶν πόντον ἐπ' ἀτρύγετον,
οὐχ ἵππων νώτοισιν ἐφήμενος· ἀλλά σε πέμψει
ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων.    250
πᾶσι δ', ὅσοισι μέμηλε, καὶ ἐσσομένοισιν ἀοιδή
ἔσσῃ ὁμῶς, ὄφρ' ἂν γῆ τε καὶ ἠέλιος.
αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,
ἀλλ' ὥσπερ μικρὸν παῖδα λόγοις μ' ἀπατᾶις.    254

Κάλλιστον τὸ δικαιότατον· λῷστον δ' ὑγιαίνειν·    255
πρᾶγμα δὲ τερπνότατον, τοῦ τις ἐρᾶι, τὸ τυχεῖν.

Ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστον
ἄνδρα φέρω, καί μοι τοῦτ' ἀνιηρότατον.
πολλάκι δ' ἠμέλλησα διαρρήξασα χαλινόν
φεύγεν ἀπωσαμένη τὸν κακὸν ἡνίοχον.    260

Οὔ μοι πίνεται οἶνος, ἐπεὶ παρὰ παιδὶ τερείνῃ
ἄλλος ἀνὴρ κατέχει πολλὸν ἐμοῦ κακίων.
ψυχρόν μοι παρὰ τῇδε φίλοι πίνουσι τοκῆες,
ὥσθ' ἅμα θ' ὑδρεύει καί με γοῶσα φέρει,
ἔνθα μέσην περὶ παῖδα λαβὼν ἀγκῶν' ἐφίλησα    265
δειρήν, ἡ δὲ τέρεν φθέγγετ' ἀπὸ στόματος.

Γνωτή τοι πενίη γε καὶ ἀλλοτρίη περ ἐοῦσα·
οὔτε γὰρ εἰς ἀγορὴν ἔρχεται οὔτε δίκας·
πάντῃ γὰρ τοὔλασσον ἔχει, πάντῃ δ' ἐπίμυκτος,
πάντῃ δ' ἐχθρὴ ὁμῶς γίνεται, ἔνθα περ ᾖ.    270

Ἴσως τοι τὰ μὲν ἄλλα θεοὶ θνητοῖσ' ἀνθρώποις
γῆράς τ' οὐλόμενον καὶ νεότητ' ἔδοσαν.
τῶν πάντων δὲ κάκιστον ἐν ἀνθρώποις – θανάτου τε
καὶ πασέων νούσων ἐστὶ πονηρότατον –
παῖδας ἐπεὶ θρέψαιο καὶ ἄρμενα πάντα παράσχοις,    275
χρήματα δ' ἐγκαταθῇς πόλλ' ἀνιηρὰ παθών,
τὸν πατέρ' ἐχθαίρουσι, καταρῶνται δ' ἀπολέσθαι
καὶ στυγέουσ' ὥσπερ πτωχὸν ἐσερχόμενον.    278

Εἰκὸς τὸν κακὸν ἄνδρα κακῶς τὰ δίκαια νομίζειν,
μηδεμίαν κατόπισθ' ἁζόμενον νέμεσιν·    280
δειλῷ γάρ τ' ἀπάλαμνα βροτῷ πάρα πόλλ' ἀνελέσθαι
πὰρ ποδός, ἡγεῖσθαί θ' ὡς καλὰ πάντα τιθεῖ.    282

Ἀστῶν μηδενὶ πιστὸς ἐὼν πόδα τῶνδε πρόβαινε
μήθ' ὅρκῳ πίσυνος μήτε φιλημοσύνῃ,
μηδ' εἰ Ζῆν' ἐθέλῃ παρέχειν βασιλῆα μέγιστον    285
ἔγγυον ἀθανάτων πιστὰ τιθεῖν ἐθέλων.
ἐν γάρ τοι πόλει ὧδε κακοψόγῳ ἁνδάνει οὐδέν·
ὡς δε το σῶσαι οἱ πολλοὶ ἀνολβότεροι.    288

Νῦν δὲ τὰ τῶν ἀγαθῶν κακὰ γίνεται ἐσθλὰ κακοῖσιν
ἀνδρῶν· ἡγέονται δ' ἐκτραπέλοισι νόμοις·    290
αἰδὼς μὲν γὰρ ὄλωλεν, ἀναιδείη δὲ καὶ ὕβρις
νικήσασα δίκην γῆν κατὰ πᾶσαν ἔχει.

Οὐδὲ λέων αἰεὶ κρέα δαίνυται, ἀλλά μιν ἔμπης
καὶ κρατερόν περ ἐόνθ' αἱρεῖ ἀμηχανίη.

Κωτίλῳ ἀνθρώπῳ σιγᾶν χαλεπώτατον ἄχθος,    295
φθεγγόμενος δ' ἀδαὴς οἷσι παρῇ μελετᾶι,
ἐχθαίρουσι δὲ πάντες· ἀναγκαίη δ' ἐπίμειξις
ἀνδρὸς τοιούτου συμποσίῳ τελέθει.

Οὐδ' ἐθέλει φίλος εἶναι, ἐπὴν κακὸν ἀνδρὶ γένηται,
οὐδ' ἤν ἐκ γαστρός, Κύρνε, μιᾶς γεγόνῃ.    300

Πικρὸς καὶ γλυκὺς ἴσθι καὶ ἁρπαλέος καὶ ἀπηνής
λάτρισι καὶ δμωσὶν γείτοσί τ' ἀγχιθύροις.

Οὐ χρὴ κιγκλίζειν ἀγαθὸν βίον, ἀλλ' ἀτρεμίζειν,
τὸν δὲ κακὸν κινεῖν, ἔστ' ἂν ἐς ὀρθὰ λάβῃς.

Τοὶ κακοὶ οὐ πάντες κακοὶ ἐκ γαστρὸς γεγόνασιν,    305
ἀλλ' ἄνδρεσσι κακοῖς συνθέμενοι φιλίην
ἔργα τε δείλ' ἔμαθον καὶ ἔπη δύσφημα καὶ ὕβριν
ἐλπόμενοι κείνους πάντα λέγειν ἔτυμα.

’Ἐν μὲν συσσίτοισιν ἀνὴρ πεπνυμένος εἶναι.’ –
πάντα δέ μιν λήθειν ὡς ἀπεόντα δοκεῖ.    310
εἰς δὲ φέροι τὰ γελοῖα – θύρηφιν καρτερὸς εἴη –
γινώσκων ὀργὴν ἥντιν' ἕκαστος ἔχει.
ἐν μὲν μαινομένοις μάλα μαίνομαι, ἐν δὲ δικαίοις
πάντων ἀνθρώπων εἰμὶ δικαιότατος.

’Πολλοί τοι πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ πένονται,    315
ἀλλ' ἡμεῖς τούτοισ' οὐ διαμειψόμεθα
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.’
Κύρν', ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί,
τολμᾶι δ' ἔν τε κακοῖς κείμενος ἔν τ' ἀγαθοῖς.    320
εἰ δὲ θεὸς κακῷ ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσῃ,
ἀφραίνων κακίην οὐ δύναται κατέχειν.

Μήποτ' ἐπὶ σμικρᾶι προφάσει φίλον ἄνδρ' ἀπολέσσαι
πειθόμενος χαλεπῇ, Κύρνε, διαβολίῃ.
εἴ τις ἁμαρτωλῇσι φίλων ἐπὶ παντὶ χολῷτο,    325
οὔποτ' ἂν ἀλλήλοισ' ἄρθμιοι οὐδὲ φίλοι
εἶεν· ἁμαρτωλαὶ γὰρ ἐν ἀνθρώποισιν ἕπονται
θνητοῖς, Κύρνε· θεοὶ δ' οὐκ ἐθέλουσι φέρειν.
Καὶ βραδὺς εὔβουλος εἷλεν ταχὺν ἄνδρα διώκων,

Κύρνε, σὺν εὐθείῃ θεῶν δίκῃ ἀθανάτων.    330

Ἥσυχος ὥσπερ ἐγὼ μέσσην ὁδὸν ἔρχεο ποσσίν,
μηδ' ἑτέροισι διδούς, Κύρνε, τὰ τῶν ἑτέρων.

Οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος·
τῆς δὲ φυγῆς ἐστιν τοῦτ' ἀνιηρότατον.
μήποτε φεύγοντ' ἄνδρα ἐπ' ἐλπίδι, Κύρνε, φιλήσῃς·
οὐδὲ γὰρ οἴκαδε βὰς γίνεται αὐτὸς ἔτι.

Μηδὲν ἄγαν σπεύδειν· πάντων μέσ' ἄριστα· καὶ οὕτως,    335
Κύρν', ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.

Ζεύς μοι τῶν τε φίλων δοίη τίσιν, οἵ με φιλεῦσιν,
τῶν τ' ἐχθρῶν μεῖζον, Κύρνε, δυνησόμενον.
χοὔτως ἂν δοκέοιμι μετ' ἀνθρώπων θεὸς εἶναι,
εἴ μ' ἀποτεισάμενον μοῖρα κίχῃ θανάτου.    340

Ἀλλά, Ζεῦ, τέλεσόν μοι, Ὀλύμπιε, καίριον εὐχήν·
δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν.
τεθναίην δ', εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων
εὑροίμην, δοίην δ' ἀντ' ἀνιῶν ἀνίας.
αἶσα γὰρ οὕτως ἐστί. τίσις δ' οὐ φαίνεται ἡμῖν    345
ἀνδρῶν, οἳ τἀμὰ χρήματ' ἔχουσι βίῃ
συλήσαντες· ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην
χειμάρρῳ ποταμῷ πάντ' ἀποσεισάμενος·
τῶν εἴη μέλαν αἷμα πιεῖν· ἐπί τ' ἐσθλὸς ὄροιτο
δαίμων, ὃς κατ' ἐμὸν νοῦν τελέσειε τάδε.    350
Ἆ δειλὴ πενίη, τί μένεις προλιποῦσα παρ' ἄλλον
ἄνδρ' ἰέναι; μὴ ὦν δὴν οὐκ ἐθέλοντα φίλει·
ἀλλ' ἴθι καὶ δόμον ἄλλον ἐποίχεο, μηδὲ μεθ' ἡμέων
αἰεὶ δυστήνου τοῦδε βίου μέτεχε.

Τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν ἔχαιρες,    355
εὖτέ σε καὶ τούτων μοῖρ' ἐπέβαλλεν ἔχειν.
ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖθις
ἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος.
μηδὲ λίην ἐπίφαινε· κακὸν δέ τε, Κύρν', ἐπιφαίνειν.
παύρους κηδεμόνας σῆς κακότητος ἔχεις.    360

Ἀνδρός τοι κραδίη μινύθει μέγα πῆμα παθόντος,
Κύρν'· ἀποτεινυμένου δ' αὔξεται ἐξοπίσω.

Εὖ κώτιλλε τὸν ἐχθρόν· ὅταν δ' ὑποχείριος ἔλθῃ,
τεῖσαί νιν πρόφασιν μηδεμίαν θέμενος.

Ἴσχε νόῳ, γλώσσης δὲ τὸ μείλιχον αἰὲν ἐπέστω·    365
δειλῶν τοι τελέθει καρδίη ὀξυτέρη.

Οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντιν' ἔχουσιν·
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς·
μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ καὶ ἐσθλοί·
μιμεῖσθαι δ' οὐδεὶς τῶν ἀσόφων δύναται.    370

Μή μ' ἀέκοντα βίῃ κεντῶν ὑπ' ἄμαξαν ἔλαυνε
εἰς φιλότητα λίην, Κύρνε, προσελκόμενος.

Ζεῦ φίλε, θαυμάζω σε· σὺ γὰρ πάντεσσιν ἀνάσσεις
τιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν·
ἀνθρώπων δ' εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου·    375
σὸν δὲ κράτος πάντων ἔσθ' ὕπατον, βασιλεῦ.
πῶς δή σευ, Κρονίδη, τολμᾶι νόος ἄνδρας ἀλιτρούς
ἐν ταὐτῇ μοίρῃ τόν τε δίκαιον ἔχειν,
ἤν τ' ἐπὶ σωφροσύνην τρεφθῇ νόος ἤν τε πρὸς ὕβριν
ἀνθρώπων ἀδίκοισ' ἔργμασι πειθομένων;    380
οὐδέ τι κεκριμένον πρὸς δαίμονός ἐστι βροτοῖσιν,
οὐδ' ὁδὸν ἥντιν' ἰὼν ἀθανάτοισιν ἅδοι.
ἔμπης δ' ὄλβον ἔχουσιν ἀπήμονα· τοὶ δ' ἀπὸ δειλῶν
ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην
μητέρ' ἀμηχανίης ἔλαβον τὰ δίκαια φιλεῦντες,    385
ἥτ' ἀνδρῶν παράγει θυμὸν ἐς ἀμπλακίην
βλάπτουσ' ἐν στήθεσσι φρένας κρατερῆς ὑπ' ἀνάγκης·
τολμᾶι δ' οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν
χρημοσύνῃ εἴκων, ἣ δὴ κακὰ πολλὰ διδάσκει,
ψεύδεά τ' ἐξαπάτας τ' οὐλομένας τ' ἔριδας,    390
ἄνδρα καὶ οὐκ ἐθέλοντα· κακὸν δέ οἱ οὐδὲν ἔοικεν·
ἡ γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.

Ἐν πενίῃ δ' ὅ τε δειλὸς ἀνὴρ ὅ τε πολλὸν ἀμείνων
φαίνεται, εὖτ' ἂν δὴ χρημοσύνη κατέχῃ·
τοῦ μὲν γὰρ τὰ δίκαια φρονεῖ νόος, οὗτέ περ αἰεί    395
ἰθεῖα γνώμη στήθεσιν ἐμπεφύῃ·
τοῦ δ' αὖτ' οὔτε κακοῖσ' ἕπεται νόος οὔτ' ἀγαθοῖσιν.
τὸν δ' ἀγαθὸν τολμᾶν χρὴ τά τε καὶ τὰ φέρειν,
αἰδεῖσθαι δὲ φίλους φεύγειν τ' ὀλεσήνορας ὅρκους,
ἐντράπελ' ἀθανάτων μῆνιν ἀλευάμενον.    400

Μηδὲν ἄγαν σπεύδειν· καιρὸς δ' ἐπὶ πᾶσιν ἄριστος
ἔργμασιν ἀνθρώπων· πολλάκι δ' εἰς ἀρετήν
σπεύδει ἀνὴρ κέρδος διζήμενος, ὅντινα δαίμων
πρόφρων εἰς μεγάλην ἀμπλακίην παράγει,
καί οἱ ἔθηκε δοκεῖν, ἃ μὲν ᾖ κακά, ταῦτ' ἀγάθ' εἶναι    405
εὐμαρέως, ἃ δ' ἂν ᾖ χρήσιμα, ταῦτα κακά.

Φίλτατος ὢν ἥμαρτες· ἐγὼ δέ σοι αἴτιος οὐδέν,
ἀλλ' αὐτὸς γνώμης οὐκ ἀγαθῆς ἔτυχες.

Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἀμείνω
αἰδοῦς, ἥτ' ἀγαθοῖσ' ἀνδράσι, Κύρν', ἕπεται.    410

Οὐδενὸς ἀνθρώπων κακίων δοκεῖ εἶναι ἑταῖρος,
ᾧ γνώμη θ' ἕπεται, Κύρνε, καὶ ᾧ δύναμις.

Πίνων δ' οὐχ οὕτως θωρήξομαι, οὐδ' ἐμέ τ' οἶνος
ἐξάγει, ὥστ' εἰπεῖν δεινὸν ἔπος περὶ σοῦ.

Οὐδέν' ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν    415
πιστὸν ἑταῖρον, ὅτῳ μή τις ἔνεστι δόλος·
ἐς βάσανον δ' ἐλθὼν παρατρίβομαι ὥστε μολύβδῳ
χρυσός, ὑπερτερίης δ' ἄμμιν ἔνεστι λόγος.

Πολλά με καὶ συνιέντα παρέρχεται· ἀλλ' ὑπ' ἀνάγκης
σιγῶ, γινώσκων ἡμετέρην δύναμιν.    420

Πολλοῖσ' ἀνθρώπων γλώσσῃ θύραι οὐκ ἐπίκεινται
ἁρμόδιαι, καί σφιν πόλλ' ἀμέλητα μέλει.
πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδον ἄμεινον,
ἐσθλὸν δ' ἐξελθὸν λώιον ἢ τὸ κακόν.

’Πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον’    425
μηδ' ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου,
’φύντα δ' ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι’
καὶ κεῖσθαι πολλὴν γῆν ἐπαμησάμενον.

Φῦσαι καὶ θρέψαι ῥᾶιον βροτὸν ἢ φρένας ἐσθλάς
ἐνθέμεν· οὐδείς πω τοῦτό γ' ἐπεφράσατο,    430
ᾧ τις σώφρον' ἔθηκε τὸν ἄφρονα κἀκ κακοῦ ἐσθλόν.
εἰ δ' Ἀσκληπιάδαις τοῦτό γ' ἔδωκε θεός,
ἰᾶσθαι κακότητα καὶ ἀτηρὰς φρένας ἀνδρῶν,
πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον.
εἰ δ' ἦν ποιητόν τε καὶ ἔνθετον ἀνδρὶ νόημα,    435
οὔποτ' ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,
πειθόμενος μύθοισι σαόφροσιν· ἀλλὰ διδάσκων
οὔποτε ποιήσει τὸν κακὸν ἄνδρ' ἀγαθόν.

Νήπιος, ὃς τὸν ἐμὸν μὲν ἔχει νόον ἐν φυλακῇσιν,
τῶν δ' αὐτοῦ ἰδίων οὐδὲν ἐπιστρέφεται.    440

Οὐδεὶς γὰρ πάντ' ἐστὶ πανόλβιος· ἀλλ' ὁ μὲν ἐσθλός
τολμᾶι ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλος ὁμῶς,
δειλὸς δ' οὔτ' ἀγαθοῖσιν ἐπίσταται οὔτε κακοῖσιν
θυμὸν ἔχων μίμνειν. ἀθανάτων τε δόσεις
παντοῖαι θνητοῖσιν ἐπέρχοντ'. ἀλλ' ἐπιτολμᾶν    445
χρὴ δῶρ' ἀθανάτων, οἷα διδοῦσιν, ἔχειν.

Εἴ μ' ἐθέλεις πλύνειν, κεφαλῆς ἀμίαντον ἀπ' ἄκρης
αἰεὶ λευκὸν ὕδωρ ῥεύσεται ἡμετέρης,
εὑρήσεις δέ με πᾶσιν ἐπ' ἔργμασιν ὥσπερ ἄπεφθον
χρυσὸν ἐρυθρὸν ἰδεῖν τριβόμενον βασάνῳ,    450
τοῦ χροιῆς καθύπερθε μέλας οὐχ ἅπτεται ἰός
οὐδ' εὐρώς, αἰεὶ δ' ἄνθος ἔχει καθαρόν.

Ὤνθρωπ', εἰ γνώμης ἔλαχες μέρος ὥσπερ ἀνοίης
καὶ σώφρων οὕτως ὥσπερ ἄφρων ἐγένου,
πολλοῖσ' ἂν ζηλωτὸς ἐφαίνεο τῶνδε πολιτῶν    455
οὕτως ὥσπερ νῦν οὐδενὸς ἄξιος εἶ.

Οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι·
οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
οὐδ' ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμά
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.    460

Μήποτ' ἐπ' ἀπρήκτοισι νόον ἔχε μηδὲ μενοίνα
χρήμασι, τῶν ἄνυσις γίνεται οὐδεμία.

Εὐμαρέ' οἷς τοι χρῆμα θεοὶ δόσαν οὔτε τι δειλόν
οὔτ' ἀγαθόν· χαλεπῷ δ' ἔργματι κῦδος ἔπι.

Ἀμφ' ἀρετῇ τρίβου καί τοι τὰ δίκαια φίλ' ἔστω,    465
μηδέ σε νικάτω κέρδος, ὅ τ' αἰσχρὸν ἔῃ.

Μηδένα τῶνδ' ἀέκοντα μένειν κατέρυκε παρ' ἡμῖν,
μηδὲ θύραζε κέλευ' οὐκ ἐθέλοντ' ἰέναι,
μηδ' εὕδοντ' ἐπέγειρε, Σιμωνίδη, ὅντιν' ἂν ἡμῶν
θωρηχθέντ' οἴνῳ μαλθακὸς ὕπνος ἕλῃ,    470
μηδὲ τὸν ἀγρυπνέοντα κέλευ' ἀέκοντα καθεύδειν.
’πᾶν γὰρ ἀναγκαῖον χρῆμ' ἀνιηρὸν ἔφυ.’
τῷ πίνειν δ' ἐθέλοντι παρασταδὸν οἰνοχοείτω·
οὐ πάσας νύκτας γίνεται ἁβρὰ παθεῖν.
αὐτὰρ ἐγώ – μέτρον γὰρ ἔχω μελιηδέος οἴνου –    475
ὕπνου λυσικάκου μνήσομαι οἴκαδ' ἰών.
ἥξω δ' ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι·
οὔτε τι γὰρ νήφω οὔτε λίην μεθύω.
ὃς δ' ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκέτι κεῖνος
τῆς αὐτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου·    480
μυθεῖται δ' ἀπάλαμνα, τὰ νήφοσι γίνεται αἰσχρά,
αἰδεῖται δ' ἕρδων οὐδέν, ὅταν μεθύῃ,
τὸ πρὶν ἐὼν σώφρων, τότε νήπιος. ἀλλὰ σὺ ταῦτα
γινώσκων μὴ πῖν' οἶνον ὑπερβολάδην,
ἀλλ' ἢ πρὶν μεθύειν ὑπανίστασο – μή σε βιάσθω    485
γαστὴρ ὥστε κακὸν λάτριν ἐφημέριον –
ἢ παρεὼν μὴ πῖνε. σὺ δ' ‘ἔγχεε’ τοῦτο μάταιον
κωτίλλεις αἰεί· τοὔνεκά τοι μεθύεις·
ἡ μὲν γὰρ ‘φέρεται φιλοτήσιος’, ἡ δὲ ‘πρόκειται,’
τὴν δὲ ‘θεοῖς σπένδεις’, τὴν δ' ‘ἐπὶ χειρὸς ἔχεις’·    490
αἰνεῖσθαι δ' οὐκ οἶδας. ἀνίκητος δέ τοι οὗτος,
ὃς πολλὰς πίνων μή τι μάταιον ἐρεῖ·
ὑμεῖς δ' εὖ μυθεῖσθε παρὰ κρητῆρι μένοντες,
ἀλλήλων ἔριδος δὴν ἀπερυκόμενοι,
εἰς τὸ μέσον φωνεῦντες ὁμῶς ἑνὶ καὶ συνάπασιν·    495
χοὔτως συμπόσιον γίνεται οὐκ ἄχαρι.

Ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δή
πίνῃ ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.

Ἐμ πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες    500
γινώσκουσ', ἀνδρὸς δ' οἶνος ἔδειξε νόον
καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,
ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.

Οἰνοβαρέω κεφαλήν, Ὀνομάκριτε, καί με βιᾶται
οἶνος, ἀτὰρ γνώμης οὐκέτ' ἐγὼ ταμίης    505
ἡμετέρης, τὸ δὲ δῶμα περιτρέχει. ἀλλ' ἄγ' ἀναστάς
πειρηθῶ, μή πως καὶ πόδας οἶνος ἔχει
καὶ νόον ἐν στήθεσσι· δέδοικα δὲ μή τι μάταιον
ἕρξω θωρηχθεὶς καὶ μέγ' ὄνειδος ἔχω.
οἶνος πινόμενος πουλὺς κακόν· ἢν δέ τις αὐτόν    510
πίνῃ ἐπισταμένως, οὐ κακόν, ἀλλ' ἀγαθόν.

Ἦλθες δή, Κλεάριστε, βαθὺν διὰ πόντον ἀνύσσας
ἐνθάδ' ἐπ' οὐδὲν ἔχοντ', ὦ τάλαν, οὐδὲν ἔχων.
νηός τοι πλευρῇσιν ὑπὸ ζυγὰ θήσομεν ἡμεῖς,
Κλεάρισθ', οἷ' ἔχομεν χοἶα διδοῦσι θεοί.
τῶν δ' ὄντων τἄριστα παρέξομεν· ἢν δέ τις ἔλθῃ    515
σεῦ φίλος ὤν, κατάκεισ', ὡς φιλότητος ἔχεις.
οὔτε τι τῶν ὄντων ἀποθήσομαι, οὔτε τι μείζω
σῆς ἕνεκα ξενίης ἄλλοθεν οἰσόμεθα·
ἢν δέ τί σ' εἰρωτᾶι τὸν ἐμὸν βίον, ὧδέ οἱ εἰπεῖν·
’ὡς εὖ μὲν χαλεπῶς, ὡς χαλεπῶς δὲ μάλ' εὖ,    520
ὥσθ' ἕνα μὲν ξεῖνον πατρώιον οὐκ ἀπολείπειν,
ξείνια δὲ πλέον' ἔστ' οὐ δυνατὸς παρέχειν.’

Οὔ σε μάτην, ὦ Πλοῦτε, βροτοὶ τιμῶσι μάλιστα·
ἦ γὰρ ῥηϊδίως τὴν κακότητα φέρεις.
καὶ γάρ τοι πλοῦτον μὲν ἔχειν ἀγαθοῖσιν ἔοικεν,    525
ἡ πενίη δὲ κακῷ σύμφορος ἀνδρὶ φέρειν.

Ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,
τοῦ μὲν ἐπερχομένου, τῆς δ' ἀπονισομένης.

Οὐδὲ ἕνα προὔδωκα φίλον καὶ πιστὸν ἑταῖρον,
οὐδ' ἐν ἐμῇ ψυχῇ δούλιον οὐδὲν ἔνι.    530

Αἰεί μοι φίλον ἦτορ ἰαίνεται, ὁππότ' ἀκούσω
αὐλῶν φθεγγομένων ἱμερόεσσαν ὄπα.
χαίρω δ' εὖ πίνων καὶ ὑπ' αὐλητῆρος ἀκούων,
χαίρω δ' εὔφθογγον χερσὶ λύρην ὀχέων.

Οὔποτε δουλείη κεφαλὴ ἰθεῖα πέφυκεν,    535
ἀλλ' αἰεὶ σκολιὴ καὐχένα λοξὸν ἔχει.
οὔτε γὰρ ἐκ σκίλλης ῥόδα φύεται οὔθ' ὑάκινθος,
οὐδέ ποτ' ἐκ δούλης τέκνον ἐλευθέριον.

Οὗτος ἀνήρ, φίλε Κύρνε, πέδας χαλκεύεται αὑτῷ,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.    540

Δειμαίνω, μὴ τήνδε πόλιν, Πολυπαΐδη, ὕβρις
ἥ περ Κενταύρους ὠμοφάγους ὄλεσεν.

Χρή με παρὰ στάθμην καὶ γνώμονα τήνδε δικάσσαι,
Κύρνε, δίκην, ἶσόν τ' ἀμφοτέροισι δόμεν,
μάντεσί τ(οι) οἰωνοῖς τε καὶ αἰθομένοισ' ἱεροῖσιν,    545
ὄφρα μὴ ἀμπλακίης αἰσχρὸν ὄνειδος ἔχω.

Μηδένα πω κακότητι βιάζεο· τῷ δὲ δικαίῳ
τῆς εὐεργεσίης οὐδὲν ἀρειότερον.

Ἄγγελος ἄφθογγος πόλεμον πολύδακρυν ἐγείρει,
Κύρν', ἀπὸ τηλαυγέος φαινόμενος σκοπιῆς.    550
ἀλλ' ἵπποισ' ἔμβαλλε ταχυπτέρνοισι χαλινούς·
δήιων γάρ σφ' ἀνδρῶν ἀντιάσειν δοκέω.
οὐ πολλὸν τὸ μεσηγύ· διαπρήξουσι κέλευθον,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.

Χρὴ τολμᾶν χαλεποῖσιν ἐν ἄλγεσι κείμενον ἄνδρα    555
πρός τε θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.

Φράζεο· κίνδυνός τοι ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς·
ἄλλοτε πόλλ' ἕξεις, ἄλλοτε παυρότερα,
ὥστε σε μήτε λίην ἀφνεὸν κτεάτεσσι γενέσθαι,
μήτε σέ γ' ἐς πολλὴν χρημοσύνην ἐλάσαι.    560

Εἴη μοι τὰ μὲν αὐτὸν ἔχειν, τὰ δὲ πόλλ' ἐπιδοῦναι
χρήματα τῶν ἐχθρῶν τοῖσι φίλοισιν ἔχειν.

Κεκλῆσθαι δ' ἐς δαῖτα, παρέζεσθαι δὲ παρ' ἐσθλόν
ἄνδρα χρεὼν σοφίην πᾶσαν ἐπιστάμενον.
τοῦ συνιεῖν, ὁπόταν τι λέγῃ σοφόν, ὄφρα διδαχθῇς    565
καὶ τοῦτ' εἰς οἶκον κέρδος ἔχων ἀπίῃς.

Ἥβῃ τερπόμενος παίζω· δηρὸν γὰρ ἔνερθεν
γῆς ὀλέσας ψυχὴν κείσομαι ὥστε λίθος
ἄφθογγος, λείψω δ' ἐρατὸν φάος ἠελίοιο·
ἔμπης δ' ἐσθλὸς ἐὼν ὄψομαι οὐδὲν ἔτι.    570

Δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ' ἄριστον·
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ' ἀγαθῶν.

Εὖ ἕρδων εὖ πάσχε· τί κ' ἄγγελον ἄλλον ἰάλλοις;
τῆς εὐεργεσίης ῥῃδίη ἀγγελίη.

Οἵ με φίλοι προδιδοῦσιν, ἐπεὶ τόν γ' ἐχθρὸν ἀλεῦμαι    575
ὥστε κυβερνήτης χοιράδας εἰναλίας.

’Ῥήιον ἐξ ἀγαθοῦ θεῖναι κακὸν ἢ 'κ κακοῦ ἐσθλόν.’
μή με δίδασκ'· οὔ τοι τηλίκος εἰμὶ μαθεῖν.

Ἐχθαίρω κακὸν ἄνδρα, καλυψαμένη δὲ πάρειμι
σμικρῆς ὄρνιθος κοῦφον ἔχουσα νόον. –    580
Ἐχθαίρω δὲ γυναῖκα περίδρομον ἄνδρα τε μάργον,
ὃς τὴν ἀλλοτρίαν βούλετ' ἄρουραν ἀροῦν.

Ἀλλὰ τὰ μὲν προβέβηκεν, ἀμήχανόν ἐστι γενέσθαι
ἀεργά· τὰ δ' ἐξοπίσω, τῶν φυλακὴ μελέτω.

’πᾶσίν τοι κίνδυνος ἐπ' ἔργμασιν, οὐδέ τις οἶδεν    585
πῇ σχήσειν μέλλει πρήγματος ἀρχομένου.
ἀλλ' ὁ μὲν εὐδοκιμεῖν πειρώμενος οὐ προνοήσας
εἰς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν·
τῷ δὲ καλῶς ποιεῦντι θεὸς περὶ πάντα τίθησιν
συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.’    590

Τολμᾶν χρή, τὰ διδοῦσι θεοὶ θνητοῖσι βροτοῖσιν,
ῥηϊδίως δὲ φέρειν ἀμφοτέρων τὸ λάχος,
μήτε κακοῖσιν ἀσῶντα λίην φρένα, μήτ' ἀγαθοῖσιν
τερφθῇς ἐξαπίνης, πρὶν τέλος ἄκρον ἰδεῖν.

Ἄνθρωπ', ἀλλήλοισιν ἀπόπροθεν ὦμεν ἑταῖροι·    595
πλὴν πλούτου παντὸς χρήματός ἐστι κόρος.
’δὴν δὴ καὶ φίλοι ὦμεν’· ἀτάρ τ' ἄλλοισιν ὁμίλει
ἀνδράσιν, οἳ τὸν σὸν μᾶλλον ἴσασι νόον.
οὔ μ' ἔλαθες φοιτῶν κατ' ἀμαξιτόν, ἣν ἄρα καὶ πρίν
ἠλάστρεις κλέπτων ἡμετέρην φιλίην.    600
ἔρρε, θεοῖσίν τ' ἐχθρὲ καὶ ἀνθρώποισιν ἄπιστε,
ψυχρὸν ὃς ἐν κόλπῳ ποικίλον εἶχες ὄφιν.

Τοιάδε καὶ Μάγνητας ἀπώλεσεν ἔργα καὶ ὕβρις,
οἷα τὰ νῦν ἱερὴν τήνδε πόλιν κατέχει.

Πολλῷ τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδη    605
ἄνδρας, ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.

Ἀρχῇ ἔπι ψεύδους μικρὰ χάρις· εἰς δὲ τελευτήν
αἰσχρὸν δὴ κέρδος καὶ κακόν, ἀμφότερον,
γίνεται. οὐδέ τι καλόν, ὅτῳ ψεῦδος προσαμαρτῇ
ἀνδρὶ καὶ ἐξέλθῃ πρῶτον ἀπὸ στόματος.    610

Οὐ χαλεπὸν ψέξαι τὸν πλησίον, οὐδὲ μὲν αὐτόν
αἰνῆσαι· δειλοῖσ' ἀνδράσι ταῦτα μέλει.
σιγᾶν δ' οὐκ ἐθέλουσι κακοὶ κακὰ λεσχάζοντες,
οἱ δ' ἀγαθοὶ πάντων μέτρον ἴσασιν ἔχειν.

Οὐδένα παμπήδην ἀγαθὸν καὶ μέτριον ἄνδρα    615
τῶν νῦν ἀνθρώπων ἠέλιος καθορᾶι.

Οὔ τι μάλ' ἀνθρώποις καταθύμια πάντα τελεῖται·
πολλὸν γὰρ θνητῶν κρέσσονες ἀθάνατοι.

Πόλλ' ἐν ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ·
ἄκρην γὰρ πενίην οὐχ ὑπερεδράμομεν.    620

Πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν
πᾶσιν δ' ἀνθρώποισ' αὐτὸς ἔνεστι νόος.

Παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασιν,
παντοῖαι δ' ἀρεταὶ καὶ βιότου παλάμαι.

Ἀργαλέον φρονέοντα παρ' ἄφροσι πόλλ' ἀγορεύειν    625
καὶ σιγᾶν αἰεί· τοῦτο γὰρ οὐ δυνατόν.

Αἰσχρόν τοι μεθύοντα παρ' ἀνδράσι νήφοσιν εἶναι,
αἰσχρὸν δ' εἰ νήφων πὰρ μεθύουσι μένει.

Ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,
πολλῶν δ' ἐξαίρει θυμὸν ἐς ἀμπλακίην.    630
ᾧτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις,
Κύρν'. ἦ καὶ μεγάλαις κεῖται ἐν ἀμπλακίαις.

Βουλεύου δὶς καὶ τρίς, ὅ τοί κ' ἐπὶ τὸν νόον ἔλθῃ·
ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.

Ἀνδράσι τοῖσ' ἀγαθοῖσ' ἕπεται γνώμη τε καὶ αἰδώς·    635
οἳ νῦν ἐν πολλοῖσ' ἀτρεκέως ὀλίγοι.

Ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖοι·
οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.

Πολλάκι πὰρ δόξαν τε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖν
ἔργ' ἀνδρῶν, βουλαῖς δ' οὐκ ἐπέγεντο τέλος.    640

Οὔ τοί κ' εἰδείης οὔτ' εὔνουν οὔτε τὸν ἐχθρόν,
εἰ μὴ σπουδαίου πράγματος ἀντιτύχοις.
πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,
ἐν δὲ σπουδαίῳ πράγματι παυρότεροι.

Παύρους κηδεμόνας πιστοὺς εὕροις κεν ἑταίρους    645
κείμενος ἐν μεγάλῃ θυμὸν ἀμηχανίῃ.

Ἦ δὴ νῦν αἰδὼς μὲν ἐν ἀνθρώποισιν ὄλωλεν,
αὐτὰρ ἀναιδείη γαῖαν ἐπιστρέφεται.

Ἆ δειλὴ πενίη, τί ἐμοῖσ' ἐπικειμένη ὤμοις
σῶμα καταισχύνεις καὶ νόον ἡμέτερον;    650
αἰσχρὰ δέ μ' οὐκ ἐθέλοντα βίῃ καὶ πολλὰ διδάσκεις
ἐσθλὰ μετ' ἀνθρώπων καὶ κάλ' ἐπιστάμενον.

Εὐδαίμων εἴην καὶ θεοῖς φίλος ἀθανάτοισιν,
Κύρν'· ἀρετῆς δ' ἄλλης οὐδεμιῆς ἔραμαι.

Σὺν τοί, Κύρνε, παθόντι κακῶς ἀνιώμεθα πάντες·    655
ἀλλὰ τοὶ ἀλλότριον κῆδος ἐφημέριον.

Μηδὲν ἄγαν χαλεποῖσιν ἀσῶ φρένα μηδ' ἀγαθοῖσιν
χαῖρ', ἐπεὶ ἔστ' ἀνδρὸς πάντα φέρειν ἀγαθοῦ.

Οὐδ' ὀμόσαι χρὴ τοῦτο. – τί ‘Μήποτε πρᾶγμα τόδ' ἔσται’;
θεοὶ γάρ τοι νεμεσῶσ', οἷσιν ἔπεστι τέλος·    660

Και πρῆξαι μέντοι τι· καὶ ἐκ κακοῦ ἐσθλὸν ἔγεντο
καὶ κακὸν ἐξ ἀγαθοῦ. καί τε πενιχρὸς ἀνήρ
αἶψα μάλ' ἐπλούτησε καὶ ὃς μάλα πολλὰ πέπαται
ἐξαπίνης πάντ'οὖν ὤλεσε νυκτὶ μιῇ.
καὶ σώφρων ἥμαρτε, καὶ ἄφρονι πολλάκι δόξα    665
ἕσπετο, καὶ τιμῆς καὶ κακὸς ὢν ἔλαχεν.

Εἰ μὲν χρήματ' ἔχοιμι, Σιμωνίδη, οἷά περ ἤδη
οὐκ ἂν ἀνιώιμην τοῖσ' ἀγαθοῖσι συνών.
νῦν δέ με γινώσκοντα παρέρχεται, εἰμὶ δ' ἄφωνος
χρημοσύνῃ, πολλῶν γνοῦσαν ἄμεινον ἔτι    670
οὕνεκα νῦν φερόμεσθα καθ' ἱστία λευκὰ βαλόντες
Μηλίου ἐκ πόντου νύκτα διὰ δνοφερήν·
ἀντλεῖν δ' οὐκ ἐθέλουσιν· ὑπερβάλλει δὲ θάλασσα
ἀμφοτέρων τοίχων. ἦ μάλα τις χαλεπῶς
σώζεται. οἱ δ' ἕρδουσι· κυβερνήτην μὲν ἔπαυσαν    675
ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως·
χρήματα δ' ἁρπάζουσι βίῃ, κόσμος δ' ἀπόλωλεν,
δασμὸς δ' οὐκέτ' ἴσος γίνεται ἐς τὸ μέσον·
φορτηγοὶ δ' ἄρχουσι, κακοὶ δ' ἀγαθῶν καθύπερθεν.
δειμαίνω, μή πως ναῦν κατὰ κῦμα πίῃ.    680
ταῦτά μοι ἠινίχθω κεκρυμμένα τοῖσ' ἀγαθοῖσιν·
γινώσκοι δ' ἄν τις καὶ κακόν, ἂν σοφὸς ᾖ.

Πολλοὶ πλοῦτον ἔχουσιν ἀίδριες· οἱ δὲ τὰ καλά
ζητοῦσιν χαλεπῇ τειρόμενοι πενίῃ.
ἕρδειν δ' ἀμφοτέροισιν ἀμηχανίη παράκειται·    685
εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.

Οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι
οὐδὲ δίκην εἰπεῖν· οὐδενὶ τοῦτο θέμις.

Οὐ χρὴ πημαίνειν ὅ τε μὴ πημαντέον εἴη,
οὐδ' ἕρδειν ὅ τι μὴ λώιον ᾖ τελέσαι.    690

Χαίρων εὖ τελέσειας ὁδὸς μεγάλου διὰ πόντου,
καί σε Ποσειδάων χάρμα φίλοισ' ἀγάγοι.

Πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας·
γνῶναι γὰρ χαλεπὸν μέτρον, ὅτ' ἐσθλὰ παρῇ.

Οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα·    695
τέτλαθι· τῶν δὲ καλῶν οὔ τι σὺ μοῦνος ἐρᾶις.

Εὖ μὲν ἔχοντος ἐμοῦ πολλοὶ φίλοι· ἢν δέ τι δεινόν
συγκύρσῃ, παῦροι πιστὸν ἔχουσι νόον.

Πλήθει δ' ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,
πλουτεῖν· τῶν δ' ἄλλων οὐδὲν ἄρ' ἦν ὄφελος,    700
οὐδ' εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,
πλείονα δ' εἰδείης Σισύφου Αἰολίδεω,
ὅστε καὶ ἐξ Ἀίδεω πολυϊδρίῃσιν ἀνῆλθεν
πείσας Περσεφόνην αἱμυλίοισι λόγοις,
ἥτε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο –    705
ἄλλος δ' οὔπω τις τοῦτο γ' ἐπεφράσατο,
ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψῃ,
ἔλθῃ δ' ἐς σκιερὸν χῶρον ἀποφθιμένων,
κυανέας τε πύλας παραμείψεται, αἵτε θανόντων
ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας·    710
ἀλλ' ἄρα κἀκεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως
ἐς φάος ἠελίου σφῇσι πολυφροσύναις –
οὐδ' εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,
γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,
ὠκύτερος δ' εἴησθα πόδας ταχεῶν Ἁρπυιῶν    715
καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.
ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,
ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.

’Ἶσόν τοι πλουτοῦσιν, ὅτῳ πολὺς ἄργυρός ἐστιν
καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία    720
ἵπποι θ' ἡμίονοί τε, καὶ ᾧ’ – τὰ δέοντα πάρεστι
’γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,
παιδός τ' ἠδὲ γυναικός·’ ὅταν δέ κε τῶν ἀφίκηται
ὥρη, σὺν δ' ἥβη γίνεται ἁρμοδία,
ταῦτ' ἄφενος θνητοῖσι· τὰ γὰρ περιώσια πάντα    725
χρήματ' ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀίδεω,
οὐδ' ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρείας
νούσους οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.

Φροντίδες ἀνθρώπων ἔλαχον πτερὰ ποικίλ' ἔχουσαι,
μυρόμεναι ψυχῆς εἵνεκα καὶ βιότου.    730

Ζεῦ πάτερ, εἴθε γένοιτο θεοῖς φίλα τοῖς μὲν ἀλιτροῖς
ὕβριν ἁδεῖν, καί σφιν τοῦτο γένοιτο φίλον
θυμῷ, σχέτλια ἔργα μετά φρεσὶν ὅστις ἀπήνης
ἐργάζοιτο θεῶν μηδὲν ὀπιζόμενος,
αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μηδ' ἔτ' ὀπίσσω    735
πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν·
παῖδες δ' οἵτ' ἀδίκου πατρὸς τὰ δίκαια νοεῦντες
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
ἐξ ἀρχῆς τὰ δίκαια μετ' ἀστοῖσιν φιλέοντες,
μή τιν' ὑπερβασίην ἀντιτίνειν πατέρων.    740
ταῦτ' εἴη μακάρεσσι θεοῖς φίλα· νῦν δ' ὁ μὲν ἕρδων
ἐκφεύγει, τὸ κακὸν δ' ἄλλος ἔπειτα φέρει.
καὶ τοῦτ', ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,
ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων,
μή τιν' ὑπερβασίην κατέχων μήθ' ὅρκον ἀλιτρόν,    745
ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθῃ;
τίς δή κεν βροτὸς ἄλλος ὁρῶν πρὸς τοῦτον ἔπειτα
ἅζοιτ' ἀθανάτους, καὶ τίνα θυμὸν ἔχων,
ὁππότ' ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτε τευ ἀνδρός
οὔτε τευ ἀθανάτων μῆνιν ἀλευόμενος,    750
ὑβρίζῃ πλούτῳ κεκορημένος, οἱ δὲ δίκαιοι
τρύχονται χαλεπῇ τειρόμενοι πενίῃ;

Ταῦτα μαθών, φίλ' ἑταῖρε, δικαίως χρήματα ποιοῦ,
σώφρονα θυμὸν ἔχων ἐκτὸς ἀτασθαλίης,
ἀεὶ τῶνδ' ἐπέων μεμνημένος· εἰς δὲ τελευτήν    755
αἰνήσεις μύθῳ σώφρονι πειθόμενος.

Ζεὺς μὲν τῆσδε πόληος ὑπειρέχοι αἰθέρι ναίων
αἰεὶ δεξιτερὴν χεῖρ' ἐπ' ἀπημοσύνῃ,
ἄλλοι τ' ἀθάνατοι μάκαρες θεοί· αὐτὰρ Ἀπόλλων
ὀρθώσαι γλῶσσαν καὶ νόον ἡμέτερον.    760
φόρμιγξ δ' αὖ φθέγγοιθ' ἱερὸν μέλος ἠδὲ καὶ αὐλός·
ἡμεῖς δὲ σπονδὰς θεοῖσιν ἀρεσσάμενοι
πίνωμεν, χαρίεντα μετ' ἀλλήλοισι λέγοντες,
μηδὲν τὸν Μήδων δειδιότες πόλεμον.
ὧδ' εἶναι. καὶ ἄμεινον ἐύφρονα θυμὸν ἔχοντας    765
νόσφι μεριμνάων εὐφροσύνως διάγειν
τερπομένους, τηλοῦ δὲ κακὰς ἀπὸ κῆρας ἀμῦναι
γῆράς τ' οὐλόμενον καὶ θανάτοιο τέλος.

Χρὴ Μουσῶν θεράποντα καὶ ἄγγελον, εἴ τι περισσόν
εἰδείη, σοφίης μὴ φθονερὸν τελέθειν,    770
ἀλλὰ τὰ μὲν μῶσθαι, τὰ δὲ δεικνύεν, ἄλλα δὲ ποιεῖν·
τί σφιν χρήσηται μοῦνος ἐπιστάμενος;

Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,
Ἀλκαθόῳ Πέλοπος παιδὶ χαριζόμενος·
αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε    775
τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἐν εὐφροσύνῃ
ἦρος ἐπερχομένου κλειτὰς πέμπωσ' ἑκατόμβας
τερπόμενοι κιθάρῃ καὶ ἐρατῇ θαλίῃ
παιάνων τε χοροῖσ' ἰαχῇσί τε σὸν περὶ βωμόν·
ἦ γὰρ ἔγωγε δέδοικ' ἀφραδίην ἐσορῶν    780
καὶ στάσιν Ἑλλήνων λαοφθόρον. ἀλλὰ σύ, Φοῖβε,
ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.

Ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,
ἦλθον δ' Εὐβοίης ἀμπελόεν πεδίον
Σπάρτην δ' Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ·    785
καί μ' ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον·
ἀλλ' οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων.
οὕτως οὐδὲν ἄρ' ἦν φίλτερον ἄλλο πάτρης.

Μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείη
ἀντ' ἀρετῆς σοφίης τ', ἀλλὰ τόδ' αἰὲν ἔχων    790
τερποίμην φόρμιγγι καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ,
καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον.

Μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς
μήτε τιν' ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,
’τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν
ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.’    795

Τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ,
τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.

Ἀνθρώπων δ' ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς·
ἀλλ’ὡς λώϊον μὴ πλεόνεσσι μέλοι.    800

Οὐδεὶς ἀνθρώπων οὔτ' ἔσσεται οὔτε πέφυκεν
ὅστις πᾶσιν ἁδὼν δύσεται εἰς Ἀίδεω·
οὐδὲ γὰρ ὃς θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
Ζεὺς Κρονίδης, θνητοῖς πᾶσιν ἁδεῖν δύναται.

Τόρνου καὶ στάθμης καὶ γνώμονος ἄνδρα θεωρόν    805
εὐθύτερον χρὴ ἔμεν, Κύρνε, φυλασσόμενον,
ᾧτινί κεν Πυθῶνι θεοῦ χρήσασ' ἱέρεια
ὀμφὴν σημήνῃ πίονος ἐξ ἀδύτου·
οὔτε τι γὰρ προσθεὶς οὐδέν κ' ἔτι φάρμακον εὕροις,
οὐδ' ἀφελὼν πρὸς θεῶν ἀμπλακίην προφύγοις.    810

Χρῆμ' ἔπαθον θανάτου μὲν ἀεικέος οὔτι κάκιον,
τῶν δ' ἄλλων πάντων, Κύρν', ἀνιηρότατον·
οἵ με φίλοι προὔδωκαν· ἐγὼ δ' ἐχθροῖσι πελασθείς
εἰδήσω καὶ τῶν ὅντιν' ἔχουσι νόον.

Βοῦς μοι ἐπὶ γλώσσῃ κρατερῷ ποδὶ λὰξ ἐπιβαίνων    815
ἴσχει κωτίλλειν καίπερ ἐπιστάμενον.

Κύρν', ἔμπης δ' ὅ τι μοῖρα παθεῖν, οὐκ ἔσθ' ὑπαλύξαι·
ὅ ττι δὲ μοῖρα παθεῖν, οὔτι δέδοικα παθεῖν.

Ἐς πολυάρητον κακὸν ἥκομεν, ἔνθα μάλιστα,
Κύρνε, συναμφοτέρους μοῖρα λάβοι θανάτου.    820

Οἵ κ' ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,
τούτων τοι χώρη, Κύρν', ὀλίγη τελέθει.

Μήτε τιν' αὖξε τύραννον ἐπ' ἐλπίσι, κέρδεσιν εἴκων,
μήτε κτεῖνε θεῶν ὅρκια συνθέμενος.

Πῶς ὑμῖν τέτληκεν ὑπ' αὐλητῆρος ἀείδειν    825
θυμός; γῆς δ' οὖρος φαίνεται ἐξ ἀγορῆς,
ἥτε τρέφει καρποῖσιν ἐν εἰλαπίναις φορέοντας
ξανθῇσίν τε κόμαις πορφυρέους στεφάνους.
ἀλλ' ἄγε δή, Σκύθα, κεῖρε κόμην, ἀπόπαυε δὲ κῶμον,
πένθει δ' εὐώδη χῶρον ἀπολλύμενον.    830

Πίστει χρήματ' ὄλεσσα, ἀπιστίῃ δ' ἐσάωσα·
γνώμη δ' ἀργαλέη γίνεται ἀμφοτέρων.

Πάντα τάδ' ἐν κοράκεσσι καὶ ἐν φθόρῳ· οὐδέ τις ἡμῖν
αἴτιος ἀθανάτων, Κύρνε, θεῶν μακάρων,
ἀλλ' ἀνδρῶν τε βίη καὶ κέρδεα δειλὰ καὶ ὕβρις    835
πολλῶν ἐξ ἀγαθῶν ἐς κακότητ' ἔβαλεν.

Δισσαί τοι πόσιος κῆρες δειλοῖσι βροτοῖσιν,
δίψα τε λυσιμελὴς καὶ μέθυσις χαλεπή·
τούτων δ' ἂν τὸ μέσον στρωφήσομαι, οὐδέ με πείσεις
οὔτε τι μὴ πίνειν οὔτε λίην μεθύειν.    840

Οἶνος ἐμοὶ τὰ μὲν ἄλλα χαρίζεται, ἓν δ' ἀχάριστον,
εὖτ' ἂν θωρήξας μ' ἄνδρα πρὸς ἐχθρὸν ἄγῃ.
ἀλλ' ὁπόταν καθύπερθεν ἐὼν ὑπένερθε γένηται,
τουτάκις οἴκαδ' ἴμεν παυσάμενοι πόσιος.

Εὖ μὲν κείμενον ἄνδρα κακῶς θέμεν εὐμαρές ἐστιν,    845
εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.

Λὰξ ἐπίβα δήμῳ κενεόφρονι, τύπτε δὲ κέντρῳ
ὀξέι καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει·
οὐ γὰρ ἔθ' εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε
ἀνθρώπων, ὁπόσους ἠέλιος καθορᾶι.    850

Ζεὺς ἄνδρ' ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρον
μαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει·
’Ἡδέα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώια δὴ νῦν.’
τοὔνεκα τοῖς δειλοῖσ' οὐδεμί' ἐστὶ χάρις.

Πολλάκις ἡ πόλις ἥδε δι' ἡγεμόνων κακότητα    855
ὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.

Τῶν δὲ φίλων εἰ μέν τις ὁρᾶι μέ τι δειλὸν ἔχοντα,
αὐχέν' ἀποστρέψας οὐδ' ἐσορᾶν ἐθέλει·
ἢν δέ τί μοί ποθεν ἐσθλόν, ἃ παυράκι γίνεται ἀνδρί,
πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω.    860

Οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναι
ἀνδρῶν φαινομένων· ἀλλ' ἐγὼ αὐτομάτη
ἑσπερίη τ' ἔξειμι καὶ ὀρθρίη αὖθις ἔσειμι,
ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.

Πολλοῖσ' ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον    865
ἐσθλόν, ὃς οὔτ' αὐτῷ βέλτερος, οὐδὲν ἐών,
οὔτε φίλοισ'. ἀρετῆς δὲ μέγα κλέος οὔποτ' ὀλεῖται·
αἰχμητὴς γὰρ ἀνὴρ γῆν τε καὶ ἄστυ σαοῖ.

Ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθεν
χάλκεος, ἀνθρώπων δεῖμα χαμαιγενέων,    870
εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσιν,
τοῖς δ' ἐχθροῖσ' ἀνίη καὶ μέγα πῆμ' ἔσομαι.

Οἶνε, τὰ μέν σ' αἰνῶ, τὰ δὲ μέμφομαι· οὐδέ σε πάμπαν
οὔτε ποτ' ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
ἐσθλὸν καὶ κακόν ἐσσι. τίς ἄν σέ τε μωμήσαιτο,    875
τίς δ' ἂν ἐπαινήσῃ μέτρον ἔχων σοφίης;

Ἥβα μοι, φίλε θυμέ· τάχ' αὖ τινες ἄλλοι ἔσονται
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν' ἔσομαι.

πῖν' οἶνον, τὸν ἐμοὶ κορυφῆς ἄπο Τηϋγέτοιο
ἄμπελοι ἤνεγκαν, τὰς ἐφύτευσ' ὁ γέρων    880
οὔρεος ἐν βήσσῃσι θεοῖσι φίλος Θεότιμος,
ἐκ Πλατανιστοῦντος ψυχρὸν ὕδωρ ἐπάγων.
τοῦ πίνων ἀπὸ μὲν χαλεπὰς σκεδάσεις μελεδῶνας,
θωρηχθεὶς δ' ἔσεαι πολλὸν ἐλαφρότερος.

Εἰρήνη καὶ πλοῦτος ἔχοι πόλιν, ὄφρα μετ' ἄλλων    885
κωμάζοιμι· κακοῦ δ' οὐκ ἔραμαι πολέμου.

Μηδὲ λίην κήρυκος ἀν' οὖς ἔχε μακρὰ βοῶντος·
οὐ γὰρ πατρώιας γῆς πέρι μαρνάμεθα.
ἀλλ' αἰσχρὸν παρεόντα καὶ ὠκυπόδων ἐπιβάντα
ἵππων μὴ πόλεμον δακρυόεντ' ἐσιδεῖν.    890

Οἴ μοι ἀναλκίης· ἀπὸ μὲν Κήρινθος ὄλωλεν,
Ληλάντου δ' ἀγαθὸν κείρεται οἰνόπεδον·
οἱ δ' ἀγαθοὶ φεύγουσι, πόλιν δὲ κακοὶ διέπουσιν.
ὡς δὴ Κυψελιδῶν Ζεὺς ὀλέσειε γένος.

Γνώμης δ' οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς ἐν αὐτῷ    895
οὐδ' ἀγνωμοσύνης, Κύρν', ὀδυνηρότερον.

Κύρν', εἰ πάντ' ἄνδρεσσι καταθνητοῖς χαλεπαίνειν
γινώσκειν, ὡς νοῦν οἷον ἕκαστος ἔχει
αὐτὸς ἐνὶ στήθεσσι καὶ ἔργματα, τῷ δὲ δικαίῳ
τῷ τ' ἀδίκῳ μέγα κεμ πῆμα βροτοῖσιν ἐπῆν.    900

Ἔστιν ὁ μὲν χείρων, ὁ δ' ἀμείνων ἔργον ἑκάστου·
οὐδεὶς δ' ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.

Ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα θηρῶν,
κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.
εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τι    905
ἤμελλ' ἐκτελέσας εἰς Ἀίδαο περᾶν,
εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνεν,
φείδεσθαι μᾶλλον τοῦτον ἵν' εἶχε βίον.
νῦν δ' οὐκ ἔστιν. ὃ δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν
καὶ δάκνομαι ψυχὴν καὶ δίχα θυμὸν ἔχω.    910
ἐν τριόδῳ δ' ἕστηκα. δύ' εἰσὶ τὸ πρόσθεν ὁδοί μοι·
φροντίζω τούτων ἥντιν' ἴω προτέρην·
ἢ μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι,
ἢ ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.
εἶδον μὲν γὰρ ἔγωγ', ὃς ἐφείδετο κοὔποτε γαστρί    915
σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου·
ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄιδος εἴσω,
χρήματα δ' ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν,
ὥστ' ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν ᾧ κε θέλῃ τις.
εἶδον δ' ἄλλον, ὃς ᾗ γαστρὶ χαριζόμενος    920
χρήματα μὲν διέτριψεν, ἔφη δ'· ‘ὑπάγω φρένα τέρψας·’
πτωχεύει δὲ φίλους πάντας, ὅπου τιν' ἴδῃ.
οὕτω, Δημόκλεις, κατὰ χρήματ' ἄριστον ἁπάντων
τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν.
οὔτε γὰρ ἂν προκαμὼν ἄλλῳ κάματον μεταδοίης,    925
οὔτ' ἂν πτωχεύων δουλοσύνην τελέοις·
οὐδ', εἰ γῆρας ἵκοιο, τὰ χρήματα πάντ' ἀποδραίη.
ἐν δὲ τοιῷδε γένει χρήματ' ἄριστον ἔχειν.
ἢν μὲν γὰρ πλουτῇς, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,
παῦροι, κοὐκέθ' ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός.    930
φείδεσθαι μὲν ἄμεινον, ἐπεὶ οὐδὲ θανόντ' ἀποκλαίει
οὐδείς, ἢν μὴ ὁρᾶι χρήματα λειπόμενα.

Παύροισ' ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὀπηδεῖ·
ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.
’πάντες μιν τιμῶσιν· ὁμῶς νέοι οἵ τε κατ' αὐτόν    935
χώρης εἴκουσιν τοί τε παλαιότεροι.
γηράσκων ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτόν
βλάπτειν οὔτ' αἰδοῦς οὔτε δίκης ἐθέλει.’

Οὐ δύναμαι φωνῇ λίγ' ἀειδέμεν ὥσπερ ἀηδών·
καὶ γὰρ τὴν προτέρην νύκτ' ἐπὶ κῶμον ἔβην.    940
οὐδὲ τὸν αὐλητὴν προφασίζομαι· ἀλλά μ' ἑταῖρος
ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενος.
ἐγγύθεν αὐλητῆρος ἀείσομαι ὧδε καταστάς
δεξιὸς ἀθανάτοις θεοῖσιν ἐπευχόμενος.

Εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσε    945
κλινόμενος· χρὴ γάρ μ' ἄρτια πάντα νοεῖν.
πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτ' ἐπὶ δήμῳ τρέψας οὔτ' ἀδίκοισ' ἀνδράσι πειθόμενος.

Νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθώς
ποσσὶ καταμάρψας αἵματος οὐκ ἔπιον·    950
τειχέων δ' ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα·
ζευξάμενος δ' ἵππους ἅρματος οὐκ ἐπέβην·
πρήξας δ' οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας·
δρήσας δ' οὐκ ἔδρησ', ἤνυσα δ' οὐκ ἀνύσας.

Δειλοὺς εὖ ἕρδοντι δύω κακά· τῶν τε γὰρ αὐτοῦ    955
χηρώσει πολλῶν καὶ χάρις οὐδεμία.

Εἴ τι παθὼν ἀπ' ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν οἶδας,
χρήιζων ἡμετέρους αὖθις ἵκοιο δόμους.

Ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης μελανύδρου,
ἡδύ τί μοι ἐδόκει καὶ καλὸν ἦμεν ὕδωρ.    960
νῦν δ' ἤδη τεθόλωται, ὕδωρ δ' ἀναμίσγεται οὔδει·
ἄλλης δὴ κρήνης πίομαι ἢ ποταμοῦ.

Μήποτ' ἐπαινήσῃς, πρὶν ἂν εἰδῇς ἄνδρα σαφηνῶς,
ὀργὴν καὶ ῥυθμὸν καὶ τρόπον ὅστις ἂν ᾖ.
πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες    965
κρύπτουσ' ἐνθέμενοι θυμὸν ἐφημέριον.
τούτων δ' ἐκφαίνει πάντων χρόνος ἦθος ἑκάστου.
καὶ γὰρ ἐγὼ γνώμης πολλὸν ἄρ' ἐκτὸς ἔβην·
ἔφθην αἰνήσας πρὶν σοῦ κατὰ πάντα δαῆναι
ἤθεα· νῦν δ' ἤδη νηῦς ἅθ' ἑκὰς διέχω.    970

Τίς δ' ἀρετὴ πίνοντ' ἐπιοίνιον ἆθλον ἑλέσθαι;
πολλάκι τοι νικᾶι καὶ κακὸς ἄνδρ' ἀγαθόν.

Οὐδεὶς ἀνθρώπων, ὃν πρῶτ' ἐπὶ γαῖα καλύψῃ
εἴς τ' Ἔρεβος καταβῇ, δώματα Περσεφόνης,
τέρπεται οὔτε λύρης οὔτ' αὐλητῆρος ἀκούων    975
οὔτε Διωνύσου δῶρ' ἐσαειράμενος.
ταῦτ' ἐσορῶν κραδίην εὖ πείσομαι, ὄφρα τ' ἐλαφρά
γούνατα καὶ κεφαλὴν ἀτρεμέως προφέρω.

’Μή μοι ἀνὴρ εἴη γλώσσῃ φίλος, ἀλλὰ καὶ ἔργῳ.’
χερσίν τε σπεύδου χρήμασί τ', ἀμφότερα·    980
μηδὲ παρὰ κλητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοις.
’ἀλλ' ἕρδων φαίνοιτ', εἴ τι δύναιτ', ἀγαθόν.’

Ἡμεῖς δ' ἐν θαλίῃσι φίλον καταθώμεθα θυμόν,
ὄφρ' ἔτι τερπωλῆς ἔργ' ἐρατεινὰ φέρῃ.
αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἥβη·   985
οὐδ' ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,
αἵτε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν
λάβρως, πυροφόρῳ τερπόμεναι πεδίῳ.

Πῖν' ὁπόταν πίνωσιν· ὅταν δέ τι θυμὸν ἀσηθῇς,
μηδεὶς ἀνθρώπων γνῷ σε βαρυνόμενον.    990

Ἄλλοτέ τοι πάσχων ἀνιήσεαι, ἄλλοτε δ' ἕρδων
χαιρήσεις· δύναται δ' ἄλλοτε ἄλλος ἀνήρ.

Εἰ θείης, Ἀκάδημε, ἐφήμερον ὕμνον ἀείδειν,
ἆθλον δ' ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων
σοί τ' εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν,    995
γνοίης χ' ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
τῆμος δ' ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων,
δείπνου δὲ λήγοιμεν, ὅπου τινὰ θυμὸς ἀνώγοι,
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι,    1000
χέρνιβα δ' αἶψα θύραζε φέροι, στεφανώματα δ' εἴσω
εὐειδὴς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη.

’Ἥδ' ἀρετή, τόδ' ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον
κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ’ – σοφῷ.
’ξυνὸν δ' ἐσθλὸν τοῦτο πόληί τε παντί τε δήμῳ,    1005
ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένει.’
ξυνὸν δ' ἀνθρώποισ' ὑποθήσομαι, ὄφρα τις ἥβης
ἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῇ,
τῶν αὐτοῦ κτεάνων εὖ πασχέμεν· οὐ γὰρ ἀνηβᾶν
δὶς πέλεται πρὸς θεῶν οὐδὲ λύσις θανάτου    1010
θνητοῖσ' ἀνθρώποισι. κακὸν δ' ἐπὶ γῆρας ἐλέγχει
οὐλόμενον, κεφαλῆς δ' ἅπτεται ἀκροτάτης.

Ἆ μάκαρ εὐδαίμων τε καὶ ὄλβιος, ὅστις ἄπειρος
ἄθλων εἰς Ἀίδου δῶμα μέλαν κατέβη,
πρίν τ' ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκῃ,    1015
ἐξετάσαι τε φίλους, ὅντιν' ἔχουσι νόον.

Αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
πτοιῶμαι δ' ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι·
’ἀλλ' ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ    1020
ἥβη τιμήεσσα· τὸ δ' οὐλόμενον καὶ ἄμορφον
αὐτίχ' ὑπὲρ κεφαλῆς γῆρας ὑπερκρέμαται.’

Οὔποτε τοῖσ' ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσω
δύσλοφον, οὐδ' εἴ μοι Τμῶλος ἔπεστι κάρῃ.

Δειλοί τοι κακότητι ματαιότεροι νόον εἰσίν,    1025
τῶν δ' ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.

Ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,
τοῦ δ' ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη.

Τόλμα, θυμέ, κακοῖσιν ὅμως ἄτλητα πεπονθώς·
δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη.    1030
μὴ δὲ σύ τ' ἀπρήκτοισιν ἐπ' ἔργμασιν ἄλγος ἀέξων
εχθει μηδ' εχθει , μηδὲ φίλους ἀνία,
μηδ' ἐχθροὺς εὔφραινε. θεῶν δ' εἱμαρμένα δῶρα
οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,
οὔτ' ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης,    1035
οὔθ' ὅταν αὐτὸν ἔχῃ Τάρταρος ἠερόεις.

Ἄνδρα τοί ἐστ' ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι,
ὡς ἐν ἐμοὶ γνώμη, Κύρνε, πάλαι κέκριται.
ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώιον ἤδη,
οὕνεκα τοῖς δειλοῖσ' οὐδεμί' ἐστὶ χάρις.

Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνον
μὴ πίνουσ' ἄστρου καὶ κυνὸς ἀρχομένου.    1040

Δεῦρο σὺν αὐλητῆρι· παρὰ κλαίοντι γελῶντες
πίνωμεν, κείνου κήδεσι τερπόμενοι.

Εὕδωμεν· φυλακὴ δὲ πόλεως φυλάκεσσι μελήσει
ἀστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.

Ναὶ μὰ Δί', εἴ τις τῶνδε καὶ ἐγκεκαλυμμένος εὕδει,    1045
ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.

Νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ λέγοντες·
ἅσσα δ' ἔπειτ' ἔσται, ταῦτα θεοῖσι μέλει.

Σοὶ δ' ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι αὐτός
ἐσθλά· σὺ δ' ἐν θυμῷ καὶ φρεσὶ ταῦτα βάλευ·    1050
μήποτ' ἐπειγόμενος πράξῃς κακόν, ἀλλὰ βαθείῃ
σῇ φρενὶ βούλευσαι σῷ τ' ἀγαθῷ τε νόῳ.
τῶν γὰρ μαινομένων πέτεται θυμός τε νόος τε,
βουλὴ δ' εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.

Ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ σύ    1055
αὔλει, καὶ Μουσῶν μνησόμεθ' ἀμφότεροι.
αὗται γὰρ τάδ' ἔδωκαν ἔχειν κεχαρισμένα δῶρα
σοὶ καὶ ἐμοί, μελέμεν δ' ἀμφιπερικτίοσιν.

Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντι
γινώσκειν χαλεπόν, καίπερ ἐόντι σοφῷ.    1060
οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσιν
πλούτῳ, τοὶ δ' ἀρετὴν οὐλομένῃ πενίῃ.

Ἐν δ' ἥβῃ πάρα μὲν ξὺν ὁμήλικι πάννυχον εὕδειν,
ἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον·
ἔστι δὲ κωμάζοντα μετ' αὐλητῆρος ἀείδειν·    1065
τούτων οὐδὲν ἔην ἄλλ' ἐπιτερπνότερον
ἀνδράσιν ἠδὲ γυναιξί. τί μοι πλοῦτός τε καὶ αἰδώς;
τερπωλὴ νικᾶι πάντα σὺν εὐφροσύνῃ.

Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτε θανόντας
κλαίουσ', οὐ δ' ἥβης ἄνθος ἀπολλύμενον.    1070
τέρπεό μοι, φίλε θυμέ· τάχ' αὖ τινες ἄλλοι ἔσονται
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν' ἔσομαι.

Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἦθος,
συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ.
νῦν μὲν τῷδ' ἐφέπου, τοτὲ δ' ἀλλοῖος πέλευ ὀργήν.
κρεῖσσόν τοι σοφίη καὶ μεγάλης ἀρετῆς.

Πρήγματος ἀπρήκτου χαλεπώτατόν ἐστι τελευτήν    1075
γνῶναι, ὅπως μέλλει τοῦτο θεὸς τελέσαι·
ὄρφνη γὰρ τέταται· πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι
οὐ ξυνετὰ θνητοῖς πείρατ' ἀμηχανίης.

Οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ἐόντα,
οὐδὲ μὲν αἰνήσω δειλὸν ἐόντα φίλον.    1080

’Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
ὑβριστήν, χαλεπῆς ἡγεμόνα στάσιος·
ἀστοὶ μὲν γὰρ ἔθ' οἵδε σαόφρονες, ἡγεμόνες δέ
τετράφαται πολλὴν εἰς κακότητα πεσεῖν.’
’μή μ' ἔπεσιν μὲν στέργε, νόον δ' ἔχε καὶ φρένας ἄλλας,
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος,
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον, ἤ μ' ἀποειπών
ἔχθαιρ' ἐμφανέως νεῖκος ἀειράμενος.’
οὕτω χρὴ τόν γ' ἐσθλὸν ἐπιστρέψαντα νόημα
ἔμπεδον αἰὲν ἔχειν ἐς τέλος ἀνδρὶ φίλῳ.

Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ· οὐ γὰρ ἐπίστῃ    1085
τοῦθ' ἕρδειν, ὅ τι σοὶ μὴ καταθύμιον ᾖ.

Κάστορ καὶ Πολύδευκες, οἳ ἐν Λακεδαίμονι δίῃ
ναίετ' ἐπ' Εὐρώτα καλλιρόῳ ποταμῷ,
εἴ ποτε βουλεύσαιμι φίλῳ κακόν, αὐτὸς ἔχοιμι·
εἰ δέ τι κεῖνος ἐμοί, δὶς τόσον αὐτὸς ἔχοι.    1090

Ἀργαλέως μοι θυμὸς ἔχει περὶ σῆς φιλότητος·
οὔτε γὰρ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι,
γινώσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένηται,
ἐχθαίρειν, χαλεπὸν δ' οὐκ ἐθέλοντα φιλεῖν.

Σκέπτεο δὴ νῦν ἄλλον· ἐμοί γε μὲν οὔ τις ἀνάγκη    1095
τοῦθ' ἕρδειν· τῶν μοι πρόσθε χάριν τίθεσο.

Ἤδη καὶ πτερύγεσσιν ἐπαίρομαι, ὥστε πετεινόν
ἐκ λίμνης μεγάλης, ἄνδρα κακὸν προφυγών,
βρόχον ἀπορρήξας· σὺ δ' ἐμῆς φιλότητος ἁμαρτών
ὕστερον ἡμετέρην γνώσῃ ἐπιφροσύνην.    1100

Ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σ' ἐκέλευσεν
οἴχεσθαι προλιπόνθ' ἡμετέρην φιλίην –
ὕβρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα
καὶ Σμύρνην. πάντως, Κύρνε, καὶ ὔμμ' ἀπολεῖ.

Δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ' ἄριστον.
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ' ἀγαθοί.
εἰς βάσανον δ' ἐλθὼν παρατριβόμενός τε μολύβδῳ    1105
χρυσὸς ἄπεφθος ἐὼν καλὸς ἅπασιν ἔσῃ.

Οἴ μοι ἐγὼ δειλός· καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς,
τοῖς δὲ φίλοισι πόνος δειλὰ παθὼν γενόμην.

Κύρν', οἱ πρόσθ' ἀγαθοὶ νῦν αὖ κακοί, οἱ δὲ κακοὶ πρίν
νῦν ἀγαθοί. τίς κεν ταῦτ' ἀνέχοιτ' ἐσορῶν,    1110
τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας
τιμῆς; μνηστεύει δ' ἐκ κακοῦ ἐσθλὸς ἀνήρ.
ἀλλήλους δ' ἀπατῶντες ἐπ' ἀλλήλοισι γελῶσιν,
οὔτ' ἀγαθῶν μνήμην εἰδότες οὔτε κακῶν.

Πολλὰ δ' ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ·
ἀρχὴν γὰρ πενίης οὐχ ὑπερεδράμομεν.

Χρήματ' ἔχων πενίην μ' ὠνείδισας· ἀλλὰ τὰ μέν μοι    1115
ἔστι, τὰ δ' ἐργάσομαι θεοῖσιν ἐπευξάμενος: –
’Πλοῦτε, θεῶν κάλλιστε καὶ ἱμεροέστατε πάντων,
σὺν σοὶ καὶ κακὸς ὢν γίνεται ἐσθλὸς ἀνήρ.
ἥβης μέτρον ἔχοιμι, φιλοῖ δέ με Φοῖβος Ἀπόλλων

Λητοΐδης καὶ Ζεύς, ἀθανάτων βασιλεύς,    1120
ὄφρα δίκῃ ζώοιμι κακῶν ἔκτοσθεν ἁπάντων
ἥβῃ καὶ πλούτῳ θυμὸν ἰαινόμενος.’

Μή με κακῶν μίμνησκε· πέπονθά τοι οἷά τ' Ὀδυσσεύς,
ὅστ' Ἀίδεω μέγα δῶμ' ἤλυθεν ἐξαναδύς,
ὃς δὴ καὶ μνηστῆρας ἀνείλατο νηλέι θυμῷ,    1125
Πηνελόπης εὔφρων κουριδίης ἀλόχου,
ἥ μιν δήθ' ὑπέμεινε φίλῳ παρὰ παιδὶ μένουσα,
ὄφρα τε γῆς ἐπέβη δείλ' ἁλίους τε μυχούς.

Ἐμπίομαι, πενίης θυμοφθόρου οὐ μελεδαίνων
οὐδ' ἀνδρῶν ἐχθρῶν, οἵ με λέγουσι κακῶς.    1130
ἀλλ' ἥβην ἐρατὴν ὀλοφύρομαι, ἥ μ' ἐπιλείπει,
κλαίω δ' ἀργαλέον γῆρας ἐπερχόμενον.

Κύρνε, παροῦσι φίλοισι κακοῦ καταπαύσομεν ἀρχήν,
ζητῶμεν δ' ἕλκει φάρμακα φυομένῳ.

Ἐλπὶς ἐν ἀνθρώποισι μόνη θεὸς ἐσθλὴ ἔνεστιν,    1135
ἄλλοι δ' Οὔλυμπόν δ' ἐκπρολιπόντες ἔβαν·
ὤιχετο μὲν Πίστις, μεγάλη θεός, ὤιχετο δ' ἀνδρῶν
Σωφροσύνη, Χάριτές τ', ὦ φίλε, γῆν ἔλιπον·
ὅρκοι δ' οὐκέτι πιστοὶ ἐν ἀνθρώποισι δίκαιοι,
οὐδὲ θεοὺς οὐδεὶς ἅζεται ἀθανάτους.    1140
εὐσεβέων δ' ἀνδρῶν γένος ἔφθιτο, οὐδὲ θέμιστας
οὐκέτι γινώσκουσ' οὐδὲ μὲν εὐσεβίας.
ἀλλ' ὄφρα τις ζώει καὶ ὁρᾶι φῶς ἠελίοιο,
εὐσεβέων περὶ θεοὺς Ἐλπίδα προσμενέτω·
εὐχέσθω δὲ θεοῖσι, καὶ ἀγλαὰ μηρία καίων    1145
Ἐλπίδι τε πρώτῃ καὶ πυμάτῃ θυέτω.
φραζέσθω δ' ἀδίκων ἀνδρῶν σκολιὸν λόγον αἰεί,
οἳ θεῶν ἀθανάτων οὐδὲν ὀπιζόμενοι
αἰὲν ἐπ' ἀλλοτρίοις κτεάνοισ' ἐπέχουσι νόημα,
αἰσχρὰ κακοῖσ' ἔργοις σύμβολα θηκάμενοι.    1150

Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.

Εἴη μοι πλουτοῦντι κακῶν ἀπάτερθε μεριμνέων
ζώειν ἀβλαβέως μηδὲν ἔχοντι κακόν.

Οὐκ ἔραμαι πλουτεῖν οὐδ' εὔχομαι, ἀλλά μοι εἴη   1155
ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.

Πλοῦτος καὶ σοφίη θνητοῖσ' ἀμαχώτατον αἰεί·
οὔτε γὰρ ἂν πλούτου θυμὸν ὑπερκορέσαις·
ὣς δ' αὔτως σοφίην ὁ σοφώτατος οὐκ ἀποφεύγει,
ἀλλ' ἔραται, θυμὸν δ' οὐ δύναται τελέσαι.    1160

Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἄμεινον·
αἰτοῦσιν δ' ἀγαθοῖσ' ἀνδράσι, Κύρνε, δίδου.

Ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὔατα καὶ νόος ἀνδρῶν
ἐν μέσσῳ στηθέων ἐν συνετοῖς φύεται.

’Τοιοῦτός τοι ἀνὴρ ἔστω φίλος, ὃς τὸν ἑταῖρον
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει

Τοῖσ' ἀγαθοῖς σύμμισγε, κακοῖσι δὲ μήποθ' ὁμάρτει,    1165
εὖτ' ἂν ὁδοῦ τελέῃς τέρματ' ἐπ' ἐμπορίην.

Τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις, ἐσθλὰ δὲ ἔργα·
τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη.

Ἐκ καχεταιρίης κακὰ γίνεται· εὖ δὲ καὶ αὐτός
γνώσῃ, ἐπεὶ μεγάλους ἤλιτες ἀθανάτους.    1170

Γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδοῦσιν ἀρίστην·
ἄνθρωπος γνώμῃ πείρατα παντὸς ἔχει.
ὢ μάκαρ, ὅστις δή μιν ἔχει φρεσίν· ἦ πολὺ κρείσσων
ὕβριος οὐλομένης λευγαλέου τε κόρου·
ἔστι κακὸν δὲ βροτοῖσι κόρος, τῶν οὔ τι κάκιον·    1175
πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης.

Εἴ κ' εἴης ἔργων αἰσχρῶν ἀπαθὴς καὶ ἀεργός,
Κύρνε, μεγίστην κεν πεῖραν ἔχοις ἀρετῆς.
’τολμᾶν χρὴ χαλεποῖσιν ἐν ἄλγεσιν ἦτορ ἔχοντα,
πρὸς δὲ θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.’

Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι· τοῦτο γὰρ ἄνδρα
εἴργει μήθ' ἕρδειν μήτε λέγειν ἀσεβῆ.    1180
δημοφάγον δὲ τύραννον ὅπως ἐθέλεις κατακλῖναι
οὐ νέμεσις πρὸς θεῶν γίνεται οὐδεμία.

Οὐδένα, Κύρν', αὐγαὶ φαεσιμβρότου ἠελίοιο
ἄνδρ' ἐφορῶσ', ᾧ μὴ μῶμος ἐπικρέμαται.
’ἀστῶν δ' οὐ δύναμαι γνῶναι νόον ὅντιν' ἔχουσιν·
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.’

Νοῦς ἀγαθὸν καὶ γλῶσσα· τὰ δ' ἐν παύροισι πέφυκεν    1185
ἀνδράσιν, οἳ τούτων ἀμφοτέρων ταμίαι.

Οὔτις ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρεῖαν
δυστυχίην, εἰ μὴ μοῖρ' ἐπὶ τέρμα βάλοι.
οὐδ' ἂν δυσφροσύνας, ὅτε δὴ θεὸς ἄλγεα πέμπῃ,
θνητὸς ἀνὴρ δώροις βουλόμενος προφύγῃ.    1190

Οὐκ ἔραμαι κλισμῷ βασιληίῳ ἐγκατακεῖσθαι
τεθνεώς, ἀλλά τί μοι ζῶντι γένοιτ' ἀγαθόν.
ἀσπάλαθοι δὲ τάπησιν ὁμοῖον στρῶμα θανόντι·
τοξύλον· ἠ σκληρον γινεται. η μαλακόν

Μήτι θεοὺς ἐπίορκος ἐπόμνυθι· οὐ γὰρ ἀνεκτόν    1195
ἀθανάτους κρύψαι χρεῖος ὀφειλόμενον.

Ὄρνιθος φωνήν, Πολυπαΐδη, ὀξὺ βοώσης
ἤκουσ', ἥτε βροτοῖσ' ἄγγελος ἦλθ' ἀρότου
ὡραίου· καί μοι κραδίην ἐπάταξε μέλαιναν,
ὅττι μοι εὐανθεῖς ἄλλοι ἔχουσιν ἀγρούς,    1200
οὐδέ μοι ἡμίονοι κυφὸν ἕλκουσιν ἄροτρον
τῆς ἄλλης μνηστῆς εἵνεκα ναυτιλίης.

Οὐκ εἶμ', οὐδ' ὑπ' ἐμοῦ κεκλήσεται οὐδ' ἐπὶ τύμβῳ
οἰμωχθεὶς ὑπὸ γῆν εἶσι τύραννος ἀνήρ.
οὐδ' ἂν ἐκεῖνος ἐμοῦ τεθνηότος οὔτ' ἀνιῷτο    1205
οὔτε κατὰ βλεφάρων θερμὰ βάλοι δάκρυα.

Οὔτε σε κωμάζειν ἀπερύκομεν οὔτε καλοῦμεν·
ἀργαλέος γὰρ ἐὼν καὶ φίλος εὖτ' ἂν ἀπῇς.

Αἴθων μὲν γένος εἰμί, πόλιν δ' εὐτείχεα Θήβην    1210
οἰκῶ πατρώιας γῆς ἀπερυκόμενος.
μή μ' ἀφελῶς παίζουσα φίλους δένναζε τοκῆας,
Ἄργυρι· σοὶ μὲν γὰρ δούλιον ἦμαρ ἔπι,
ἡμῖν δ' ἄλλα μέν ἐστι, γύναι, κακὰ πόλλ', ἐπεὶ ἐκ γῆς
φεύγομεν, ἀργαλέη δ' οὐκ ἔπι δουλοσύνη,    1215
οὔθ' ἡμᾶς περνᾶσι· πόλις γε μέν ἐστι καὶ ἡμῖν
καλή, Ληθαίῳ κεκλιμένη πεδίῳ.

Μήποτε πὰρ κλαίοντα καθεζόμενοι γελάσωμεν
τοῖσ' αὐτῶν ἀγαθοῖς, Κύρν', ἐπιτερπόμενοι.

Ἐχθρὸν μὲν χαλεπὸν καὶ δυσμενεῖ ἐξαπατῆσαι,
Κύρνε· φίλον δὲ φίλῳ ῥάιδιον ἐξαπατᾶν.    1220

ΕΛΕΓΕΙΩΝ Β

Σχέτλι' Ἔρως, μανίαι σε τιθηνήσαντο λαβοῦσαι·    1231
ἐκ σέθεν ὤλετο μὲν Ἰλίου ἀκρόπολις,
ὤλετο δ' Αἰγείδης Θησεὺς μέγας, ὤλετο δ' Αἴας
ἐσθλὸς Ὀιλιάδης σῇσιν ἀτασθαλίαις.

Ὦ παῖ, ἄκουσον ἐμεῦ δαμάσας φρένας· οὔ τοι ἀπειθῆ
μῦθον ἐρῶ τῇ σῇ καρδίῃ οὐδ' ἄχαριν.    1235
ἀλλὰ τλῆθι νόῳ συνιδεῖν ἔπος· ‘οὔ τοι ἀνάγκη
τοῦθ' ἕρδειν, ὅ τι σοὶ μὴ καταθύμιον ᾖ.’

Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα,
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος·’
πολλάκι τοι παρ' ἐμοὶ κατὰ σοῦ λέξουσι μάταια
καὶ παρὰ σοὶ κατ' ἐμοῦ· τῶν δὲ σὺ μὴ ξύνιε.    1240

Χαιρήσεις τῇ πρόσθε παροιχομένῃ φιλότητι,
τῆς δὲ παρερχομένης οὐκέτ' ἔσῃ ταμίης.

’Δὴν δὴ καὶ φίλοι ὦμεν’. ἔπειτ' ἄλλοισιν ὁμίλει,
ἦθος ἔχων δόλιον, πίστεος ἀντίτυπον.

Οὔποθ' ὕδωρ καὶ πῦρ συμμείξεται· οὐδέ ποθ' ἡμεῖς    1245
πιστοὶ ἐπ' ἀλλήλοις καὶ φίλοι ἐσσόμεθα.

Φρόντισον ἔχθος ἐμὸν καὶ ὑπέρβασιν, ἴσθι δὲ θυμῷ,
ὥς σ' ἐφ' ἁμαρτωλῇ τείσομαι ὡς δύναμαι.

Παῖ, σὺ μὲν αὔτως ἵππος, ἐπεὶ κριθῶν ἐκορέσθης,
αὖθις ἐπὶ σταθμοὺς ἤλυθες ἡμετέρους    1250
ἡνίοχόν τε ποθῶν ἀγαθὸν λειμῶνά τε καλόν
κρήνην τε ψυχρὴν ἄλσεά τε σκιερά.

’Ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι
θηρευταί τε κύνες καὶ’ ξένοι ἀλλοδαποί.

ὅστις μὴ παῖδάς τε φιλεῖ καὶ μώνυχας ἵππους    1255
καὶ κύνας, οὔποτέ οἱ θυμὸς ἐν εὐφροσύνῃ.

Ὦ παῖ, κινδύνοισι πολυπλάγκτοισιν ὁμοῖος
ὀργὴν, ἄλλοτε τοῖσ', ἄλλοτε τοῖσι φιλεῖν.

Ὦ παῖ, τὴν μορφὴν μὲν ἔφυς καλός, ἀλλ' ἐπίκειται
καρτερὸς ἀγνώμων σῇ κεφαλῇ στέφανος·    1260
ἰκτίνου γὰρ ἔχεις ἀγχιστρόφου ἐν φρεσὶν ἦθος
ἄλλων ἀνθρώπων ῥήμασι πειθόμενος.

Ὦ παῖ, ὃς εὖ ἕρδοντι κακὴν ἀπέδωκας ἀμοιβήν,
οὐδέ τις ἀντ' ἀγαθῶν ἐστὶ χάρις παρὰ σοί·
οὐδέν πώ μ' ὤνησας· ἐγὼ δέ σε πολλάκις ἤδη    1265
εὖ ἕρδων αἰδοῦς οὐδεμιῆς ἔτυχον.

Παῖς τε καὶ ἵππος ὁμοῖον ἔχει νόον· οὔτε γὰρ ἵππος
ἡνίοχον κλαίει κείμενον ἐν κονίῃ,
ἀλλὰ τὸν ὕστερον ἄνδρα φέρει κριθαῖσι κορεσθείς·
ὣς δ' αὔτως καὶ παῖς τὸν παρεόντα φιλεῖ.    1270

Ὦ παῖ, μαργοσύνης ἄπο μευ νόον ὤλεσας ἐσθλόν,
αἰσχύνη δὲ φίλοισ' ἡμετέροισ' ἐγένου·
ἄμμε δ' ἀνέψυξας μικρὸν χρόνον· ἐκ δὲ θυελλῶν
ἦκά γ' ἐνωρμίσθην νυκτὸς ἐπειγόμενος.

Ὡραῖος καὶ Ἔρως ἐπιτέλλεται, ἡνίκα περ γῆ    1275
ἄνθεσιν εἰαρινοῖς θάλλει ἀεξομένη.
τῆμος Ἔρως προλιπὼν Κύπρον, περικαλλέα νῆσον,
εἶσιν ἐπ' ἀνθρώπους σπέρμα φέρων κατὰ γῆς.

Οὐκ ἐθέλω σε κακῶς ἕρδειν, οὐδ' εἴ μοι ἄμεινον
πρὸς θεῶν ἀθανάτων ἔσσεται, ὦ καλὲ παῖ.    1280
οὐ γὰρ ἁμαρτωλαῖσιν ἐπὶ σμικραῖσι κάθημαι·
τῶν δὲ καλῶν παίδων ουτοσετουτ' αδικων

Ὦ παῖ, μή μ' ἀδίκει – ἔτι σοι καταθύμιος εἶναι
βούλομαι – εὐφροσύνῃ τοῦτο συνεὶς ἀγαθῇ·
οὐ γάρ τοί με δόλῳ παρελεύσεαι οὐδ' ἀπατήσεις·    1285
νικήσας γὰρ ἔχεις τὸ πλέον ἐξοπίσω.
ἀλλά σ' ἐγὼ τρώσω φεύγοντά με, ὥς ποτέ φασιν
Ἰασίου κούρην, παρθένον Ἰασίην,
ὡραίην περ ἐοῦσαν ἀναινομένην γάμον ἀνδρῶν
φεύγειν ζωσαμένην. ἔργ' ἀτέλεστα τέλει    1290
πατρὸς νοσφισθεῖσα δόμων ξανθὴ Ἀταλάντη·
ὤιχετο δ' ὑψηλὰς εἰς κορυφὰς ὀρέων
φεύγουσ' ἱμερόεντα γάμον, χρυσῆς Ἀφροδίτης
δῶρα· τέλος δ' ἔγνω καὶ μάλ' ἀναινομένη.

Ὦ παῖ, μή με κακοῖσιν ἐν ἄλγεσι θυμὸν ὀρίναις,    1295
μηδέ με σὴ φιλότης δώματα Περσεφόνης
οἴχηται προφέρουσα· θεῶν δ' ἐποπίζεο μῆνιν
βάξιν τ' ἀνθρώπων, ἤπια νωσάμενος.

Ὦ παῖ, μέχρι τίνος με προφεύξεαι; ὥς σε διώκων
δίζημ'· ἀλλά τί μοι τέρμα γένοιτο κιχεῖν.    1300
σὴ σοὶ γῆ. σὺ δὲ μάργον ἔχων καὶ ἀγήνορα θυμόν
φεύγεις, ἰκτίνου σχέτλιον ἦθος ἔχων.
ἀλλ' ἐπίμεινον, ἐμοὶ δὲ δίδου χάριν· οὐκέτι δηρόν
ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου.

Θυμῷ γνούς, ὅτι παιδείας πολυηράτου ἄνθος    1305
ὠκύτερον σταδίου, τοῦτο συνεὶς χάλασον
δεσμοῦ, μή ποτε καὶ σὺ βιήσεαι, ὄβριμε παίδων,
Κυπρογενοῦς δ' ἔργων ἀντιάσεις χαλεπῶν,
ὥσπερ ἐγὼ νῦν οἶδ' ἐπὶ σοί. σὺ δὲ ταῦτα φύλαξαι,
μηδέ σε νικήσῃ παιδαϊδη κακότης.    1310

Οὐκ ἔλαθες κλέψας, ὦ παῖ· καὶ γάρ σε διῶμμαι·
τούτοισ', οἷσπερ νῦν ἄρθμιος ἠδὲ φίλος
ἔπλευ – ἐμὴν δὲ μεθῆκας ἀτίμητον φιλότητα –
οὐ μὲν δὴ τούτοις γ' ἦσθα φίλος πρότερον.
ἀλλ' ἐγὼ ἐκ πάντων σ' ἐδόκουν σήσεσθαι ἑταῖρον .    1315
πιστόν· καὶ δὴ νῦν ἄλλον ἔχοισθα φίλον.
ἀλλ' ὁ μὲν εὖ ἕρδων κεῖμαι· σὲ δὲ μήτις ἁπάντων
ἀνθρώπων ἐσορῶν παιδοφιλεῖν ἐθέλοι.

Ὦ παῖ, ἐπεί τοι δῶκε θεὰ χάριν ἱμερόεσσαν
Κύπρις, σὸν δ' εἶδος πᾶσι νέοισι μέλει,    1320
τῶνδ' ἐπάκουσον ἐπῶν καὶ ἐμὴν χάριν ἔνθεο θυμῷ,
γνοὺς ἔρος ὡς χαλεπὸν γίνεται ἀνδρὶ φέρειν.

Κυπρογένη, παῦσόν με πόνων, σκέδασον δὲ μερίμνας
θυμοβόρους, στρέψον δ' αὖθις ἐς εὐφροσύνας·
μερμήρας δ' ἀπόπαυε κακάς, δὸς δ' εὔφρονι θυμῷ    1325
μέτρ' ἥβης τελέσαντ' ἔργματα σωφροσύνης.

Ὦ παῖ, ἕως ἂν ἔχῃς λείαν γένυν, οὔποτε σαίνων
παύσομαι, οὐδ' εἴ μοι μόρσιμόν ἐστι θανεῖν.

Σοί τε διδόντ' ἔτι καλόν, ἐμοί τ' οὐκ αἰσχρὸν ἐρῶντι
αἰτεῖν· ἀλλὰ γονέων λίσσομαι ἡμετέρων·    1330
αἰδέο μ', ὦ παῖ δῖε, διδοὺς χάριν, εἴ ποτε καὶ σύ
ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου,
χρηΐζων καὶ ἐπ' ἄλλον ἐλεύσεαι· ἀλλὰ σὲ δαίμων
δοίη τῶν αὐτῶν ἀντιτυχεῖν ἐπέων.

Ὄλβιος ὅστις ἐρῶν γυμνάζεται οἴκαδε ἐλθών    1335
εὕδειν σὺν καλῷ παιδὶ πανημέριος.

Οὐκέτ' ἐρῶ παιδός, χαλεπὰς δ' ἀπελάκτισ' ἀνίας
μόχθους τ' ἀργαλέους ἄσμενος ἐξέφυγον,
ἐκλέλυμαι δὲ πόθου πρὸς ἐυστεφάνου Κυθερείης·
σοὶ δ', ὦ παῖ, χάρις ἔστ' οὐδεμία πρὸς ἐμοῦ.    1340

Αἰαῖ, παιδὸς ἐρῶ ἁπαλόχροος, ὅς με φίλοισιν
πᾶσι μάλ' ἐκφαίνει κοὐκ ἐθέλοντος ἐμοῦ.
τλήσομαι οὐ κρύψας ἀεκούσι πολλὰ βίαια·
οὐ γὰρ ἐπ' αἰκελίῳ παιδὶ δαμεὶς ἐφάνην.

Παιδοφιλεῖν δέ τι τερπνόν, ἐπεί ποτε καὶ Γανυμήδους    1345
ἤρατο καὶ Κρονίδης, ἀθανάτων βασιλεύς,
ἁρπάξας δ' ἐς Ὄλυμπον ἀνήγαγε καί μιν ἔθηκεν
δαίμονα, παιδείης ἄνθος ἔχοντ' ἐρατόν.
οὕτω μὴ θαύμαζε, Σιμωνίδη, οὕνεκα κἀγώ
ἐξεδάμην καλοῦ παιδὸς ἔρωτι δαμείς.    1350

Ὦ παῖ, μὴ κώμαζε, γέροντι δὲ πείθεο ἀνδρί·
οὔ τοι κωμάζειν σύμφορον ἀνδρὶ νέῳ.

Πικρὸς καὶ γλυκύς ἐστι καὶ ἁρπαλέος καὶ ἀπηνής,
ὄφρα τέλειος ἔῃ, Κύρνε, νέοισιν ἔρως.
ἢν μὲν γὰρ τελέσῃ, γλυκὺ γίνεται· ἢν δὲ διώκων    1355
μὴ τελέσῃ, πάντων τοῦτ' ἀνιηρότατον.

Αἰεὶ παιδοφίλῃσιν ἐπὶ ζυγὸν αὐχένι κεῖται
δύσμορον, ἀργαλέον μνῆμα φιλοξενίης.
χρὴ γάρ τοι περὶ παῖδα πονούμενον εἰς φιλότητα
ὥσπερ κληματίνῳ χεῖρα πυρὶ προσάγειν.    1360

Ναῦς πέτρῃ προσέκυρσας ἐμῆς φιλότητος ἁμαρτών,
ὦ παῖ, καὶ σαπροῦ πείσματος ἀντελάβου.

Οὐδαμά σ' οὐδ' ἀπεὼν δηλήσομαι· οὐδέ με πείσει
οὐδεὶς ἀνθρώπων ὥστε με μή σε φιλεῖν.

Ὦ παίδων κάλλιστε καὶ ἱμεροέστατε πάντων,    1365
στῆθ' αὐτοῦ καί μου παῦρ' ἐπάκουσον ἔπη: –
’Παιδός τοι χάρις ἐστί· γυναικὶ δὲ πιστὸς ἑταῖρος
οὐδείς, ἀλλ' αἰεὶ τὸν παρεόντα φιλεῖ.
παιδὸς ἔρως καλὸς μὲν ἔχειν, καλὸς δ' ἀποθέσθαι·
πολλὸν δ' εὑρέσθαι ῥήιτερον ἢ τελέσαι.    1370
μυρία δ' ἐξ αὐτοῦ κρέμαται κακά, μυρία δ' ἐσθλά·
ἀλλ' ἔν τοι ταύτῃ καί τις ἔνεστι χάρις.
οὐδαμά πω κατέμεινας ἐμὴν χάριν, ἀλλ' ὑπὸ πᾶσαν
αἰεὶ σπουδαίην ἔρχεαι ἀγγελίην.’

Ὄλβιος ὅστις παιδὸς ἐρῶν οὐκ οἶδε θάλασσαν,    1375
οὐδέ οἱ ἐν πόντῳ νὺξ ἐπιοῦσα μέλει.

Καλὸς ἐὼν κακότητι φίλων δειλοῖσιν ὁμιλεῖς
ἀνδράσι, καὶ διὰ τοῦτ' αἰσχρὸν ὄνειδος ἔχεις,
ὦ παῖ· ἐγὼ δ' ἀέκων τῆς σῆς φιλότητος ἁμαρτών
ὠνήμην ἕρδων οἷά τ' ἐλεύθερος ὤν.    1380

Ἄνθρωποί σ' ἐδόκουν χρυσῆς παρὰ δῶρον ἔχοντα
ἐλθεῖν Κυπρογενοῦς.

Κυπρογενοῦς δῶρον ἰοστεφάνου
γίνεται ἀνθρώποισιν ἔχειν χαλεπώτατον ἄχθος,
ἂν μὴ Κυπρογενὴς δῷ λύσιν ἐκ χαλεπῶν.    1385

Κυπρογενὲς Κυθέρεια δολοπλόκε, σοὶ τί περισσόν
Ζεὺς τόδε τιμήσας δῶρον ἔδωκεν ἔχειν;    1387
δαμνᾶις δ' ἀνθρώπων πυκινὰς φρένας, οὐδέ τίς ἐστιν
οὕτως ἴφθιμος καὶ σοφὸς ὥστε φυγεῖν.    1389

  NODES